[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Πεισιθέου μηνὸς Ἰλαίου, βουλευόντων τὰν δευτέ-
ραν ἑξάμ[η]νον Ἀγησίλα, Εὐδόκου, Γλαύκου, ἀπέδοτο τῶι θεῶι Ξε-
ναίνετος Π[α]τρώνδα παιδάριον ὧι ὄνομα Ἡράκλειτος, τιμᾶς ἀργυ-
ρίου μνᾶς, καθὼς ἐπίστευσε Ἡράκλειτος τῶι θεῶι τὰν ὠνάν,
5 ὥστε ἐλεύθερος εἶμεν καὶ [ἀ]νέφαπτος τὸν πάντα χρόνον {ον}. βε-
βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Μνασίας Ἀγαθοκλέος. εἰ δέ τις
καταδουλίζοιτο Ἡράκλειτον, κύ[ρ]ιος ἔστω αὐσαυτὸν συλέων καὶ
ἄλλος ὁ θέλων καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ἀνδρόνικος, Πραξίας καὶ οἱ ἄρχοντες Ἀγησίλαος, Εὔδοκος, Γλαῦ-
10 κος, ἰδιῶται μάρτυροι Πο[λ]ύων, Καλλικλῆς Τίμωνος, Μνασίας,
Ἑρμαῖος, Ξένων Νίκωνος, Μένης.
Search Help
Contact Us