[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Πεισιθέου μηνὸς Ἰλαίου, βουλευόντων τὰν δευτέ- |
ραν ἑξάμ[η]νον Ἀγησίλα, Εὐδόκου, Γλαύκου, ἀπέδοτο τῶι θεῶι Ξε- | |
ναίνετος Π[α]τρώνδα παιδάριον ὧι ὄνομα Ἡράκλειτος, τιμᾶς ἀργυ- | |
ρίου μνᾶς, καθὼς ἐπίστευσε Ἡράκλειτος τῶι θεῶι τὰν ὠνάν, | |
5 | ὥστε ἐλεύθερος εἶμεν καὶ [ἀ]νέφαπτος τὸν πάντα χρόνον {ον}. βε- |
βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Μνασίας Ἀγαθοκλέος. εἰ δέ τις | |
καταδουλίζοιτο Ἡράκλειτον, κύ[ρ]ιος ἔστω αὐσαυτὸν συλέων καὶ | |
ἄλλος ὁ θέλων καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Ἀνδρόνικος, Πραξίας καὶ οἱ ἄρχοντες Ἀγησίλαος, Εὔδοκος, Γλαῦ- | |
10 | κος, ἰδιῶται μάρτυροι Πο[λ]ύων, Καλλικλῆς Τίμωνος, Μνασίας, |
Ἑρμαῖος, Ξένων Νίκωνος, Μένης. |