[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | στραταγέοντος τῶν Φωκέων Τηλεφά- |
νεος Δρυμι<έ>ος μηνὸς ἐνάτου, ἐν Δελφοῖς δὲ | |
ἄ[ρ]χοντος Εὐδώρου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀ- | |
π[έδοτ]ο Καλλίκων Ἡρακλείδα Ἐλατεὺς τῶι Ἀπόλλωνι τῶι Πυ- | |
5 | θίω[ι σ]ῶμα γυναικεῖον ἇι ὄνομα Διονυσία τὸ γένος Αἰγυ- |
πτίαν, [σ]υνευδοκεόντων καὶ τῶν υἱῶν Ἡρακλείδα καὶ Νικο- | |
βούλο[υ], τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν | |
ἔχει π[ᾶ]σαν, καθὼς αὐτοὶ εὐδόκησαν, ἐφ’ ὧιτε ἐλευθέ- | |
ραν εἶ[μ]εν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα | |
10 | χρόνον, ποιέουσαν ὅ κα θ[έ]ληι καὶ ἀποτρέχουσαν |
οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Γλαῦκος | |
Ἡρακλε[ί]δα Δελφός, Διονύσιος Ἀρίστωνος Ἀντικυρεύς. | |
εἰ δέ τις ἐφάπτοιτο Διονυσίας ἐπὶ καταδουλισσμῶι, | |
βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀ- | |
15 | ποδ[όμε]νοι καὶ οἱ βεβ[α]ιωτῆρες· εἰ δὲ μὴ παρέχοιν |
τῶι [θε]ῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν | |
νό[μο]ν τῶν Δελφῶν καὶ κατὰ τὸ σύμβολον τῶν | |
Φωκέων. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
[κ]ύριοι ἐόντων συλέοντες Διονυσίαν ὡς ἐλευθέ- | |
20 | ραν ἐοῦσαν καὶ ἀνέφαπτον ἀζάμιοι ἐόντες καὶ ἀ- |
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ | |
ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας καὶ τῶν | |
ἀρχόντων Εὐκλῆς, ἰδιῶται Νικόμαχος, Εὐ- | |
κλείδας, Ἀστόξενος, Μένης, Μένων, [Κ]αλλεί- | |
25 | δας, Ἀστύοχος. |