[ ] Phokis — Delphi — ca. 150-140 BC
1 στραταγέοντος τῶν Φωκέων Τηλεφά-
νεος Δρυμι<έ>ος μηνὸς ἐνάτου, ἐν Δελφοῖς δὲ
[ρ]χοντος Εὐδώρου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀ-
π[έδοτ]ο Καλλίκων Ἡρακλείδα Ἐλατεὺς τῶι Ἀπόλλωνι τῶι Πυ-
5 θίω[ι σ]ῶμα γυναικεῖον ἇι ὄνομα Διονυσία τὸ γένος Αἰγυ-
πτίαν, [σ]υνευδοκεόντων καὶ τῶν υἱῶν Ἡρακλείδα καὶ Νικο-
βούλο[υ], τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν
ἔχει π[ᾶ]σαν, καθὼς αὐτοὶ εὐδόκησαν, ἐφ’ ὧιτε ἐλευθέ-
ραν εἶ[μ]εν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα
10 χρόνον, ποιέουσαν ὅ κα θ[έ]ληι καὶ ἀποτρέχουσαν
οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Γλαῦκος
Ἡρακλε[ί]δα Δελφός, Διονύσιος Ἀρίστωνος Ἀντικυρεύς.
εἰ δέ τις ἐφάπτοιτο Διονυσίας ἐπὶ καταδουλισσμῶι,
βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀ-
15 ποδ[όμε]νοι καὶ οἱ βεβ[α]ιωτῆρες· εἰ δὲ μὴ παρέχοιν
τῶι [θε]ῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν
νό[μο]ν τῶν Δελφῶν καὶ κατὰ τὸ σύμβολον τῶν
Φωκέων. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
[κ]ύριοι ἐόντων συλέοντες Διονυσίαν ὡς ἐλευθέ-
20 ραν ἐοῦσαν καὶ ἀνέφαπτον ἀζάμιοι ἐόντες καὶ ἀ-
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ
ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας καὶ τῶν
ἀρχόντων Εὐκλῆς, ἰδιῶται Νικόμαχος, Εὐ-
κλείδας, Ἀστόξενος, Μένης, Μένων, [Κ]αλλεί-
25 δας, Ἀστύοχος.
Search Help
Contact Us