[ ] Phokis — Delphi — ca. 156-151 BC
1 ἄρχοντος Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Θευξενίου, ἀπέδοτο Ζωῒς Ζωπύρου,
συνευδοκεούσας καὶ τᾶς θυγατέρος Πολυξένας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Εὐκολίνα τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν δύο,
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐκολίνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
5 τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα ὅ κα θέλη καὶ
ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτ[ῆρε]ς κ[ατ]ὰ τὸν νόμον τᾶς πόλιος· Φιλοκράτης Ξέ-
νωνος, Τιμόκριτος Εὐκλείδα. εἰ δὲ μὴ παρέχοι βέβαιον τὰν ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομέ-
να Ζωῒς καὶ ἁ θυγάτηρ καὶ οἱ βεβαιωτῆρες Πολυκράτης, Τιμόκριτος, πράκτιμοι ἐόντων
κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμ[οίως δὲ καὶ οἱ] παρατυγχάνοντες κύριοι ἐόντων [συ]-
10 λέοντες Εὐκολίναν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ [ἱερ]εῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος καὶ
οἱ [ἄρχο]ντες Ἀριστίων Ἄγωνος, Πολέμαρχος Πολέμωνος, Εὔδωρος καὶ ἰδιῶται Μένη[ς],
Πεισίστρατος, Μενεκράτης Κλεανδρίδα, Ἀλέξανδρος, Τιμόκριτος.
Search Help
Contact Us