[ ] Phokis — Delphi — ca. 156-151 BC
1 ἄρχοντος Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀ-
πέδοτο Ἀνδρομένης Βαβύλου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ-
ναικεῖον ἇι ὄνομα Διοδώρα τὸ γένος {․} Φρυγίαν, συνευδοκέοντος καὶ
τοῦ ὑοῦ Βαβύλου, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶ-
5 σαν, καθὼς ἐπίστευσε Διοδώρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευ-
θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέου-
σα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νό-
μον τᾶς πόλιος· Ἄθαμβος Ἁβρομάχου. εἰ δέ τίς κα ἐνάπτηται Διοδώ-
ρας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τὰν ὠνὰν τῶι θεῶι ὅ τε
10 ἀποδόμενος Ἀνδρομένης καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος· εἰ δὲ μὴ παρέχοιεν
βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος.
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Διοδώραν ὡς ἐλευ-
θέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι·
τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἀριστίων Ἄγω-
15 νος, Πολέμαρχος Πολέμωνος, Εὔδωρος Ἀμύντα καὶ ἰδιῶται Τιμοκλῆς Ἀρχελ-
άου, Βάκχιος Ἄγρωνος, Ξενόφαντος Φίλωνος, Πεισίστρατος Βούλωνος, Σωστρα-
τίδας, ἀρχιτέκτων Τιμόκριτος Εὐκλείδα.
Search Help
Contact Us