[ ] Phokis — Delphi — ca. 156-151 BC
1 ἄρχοντος Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Θεοξενίου, ἐπὶ
τοῖσδε ἀπέδοτο Ἀναξὶς Ἐμμενίδα τῶι Ἀπόλλωνι τῶι
Πυθίωι, συνευδοκεόντων καὶ τῶν υἱῶν Ἐμμενίδα καὶ
Μνασιθέου, σῶμα ἀνδρεῖον ὧι ὄνομα Πολυκράτης τὸ γένος
5 οἰκογενῆ, τιμᾶς ἀργυρίου πέντε ἡμιμναίων, καθὼς ἐπί-
στευσε Πολυκράτης τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτ[ε] ἐλε[ύ]-
θερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίο[ν],
ποέοντα {․․․} ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς
πόλιος· Εὐάγγελος Πάτρωνος. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλω-
10 νος Ἀνδρόνικος, Ἀμύντας καὶ ὁ νεω[κ]όρος Μένης καὶ τοὶ ἄρχοντες
[Ε]ὔδωρος, Ἀριστίων, Πολέμαρχος· Θεύδοτος Εἰραναίου, Νικόμαχος,
Δέξιππος, Ἀμφίστρατος, Μαντίας Δαμοχάρεος, Ἑρμαῖος Σωσθ[έ]νεος,
Ἀρτεμίδωρος.
Search Help
Contact Us