[ ] Phokis — Delphi — 170-157/56 BC
1 ἄρχο[ντος Ἀμφι]στ[ράτου]
μηνὸς [— — —]
κου, ἐπὶ τοῖσ[δε ἀπέδ]ο[τ]ο Τι-
μὼ Εὐδίκου, συνεπαινέοντος
5 τοῦ υἱοῦ αὐτᾶς Λαδίκου, σῶμα γυ-
ναικεῖον κοράσιον ἇι ὄνομα Μήδα,
τιμᾶς ἀργυρίου δύο μνᾶν, καθὼς ἐπί-
στευσε Μήδα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος
10 ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιοῦ-
σα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς
νόμους τᾶς πόλιος· Δρομοκλείδας. τρε-
φέτω δὲ Μήδα Σωσίβιον τὸν ἴδιον πατέ-
[ρ]α καὶ τὰμ ματέρα Σωσὼ καὶ εὐσχημο-
15 νιζέτω, ἐπεί κα ἐν ἁλικίαν ἔλθη, εἰ χρείαν ἔ-
χοισαν Σωσίβιος ἢ Σωσὼ τροφᾶς ἢ εὐσχημονι-
σμοῦ, εἴτε δουλεύοντες εἶεν εἴτε ἐλεύθεροι
γεγονότες· εἰ δὲ μὴ τρέφοι ἢ μὴ εὐσχημονίζοι Μήδα
Σωσίβιον ἢ Σωσὼ χρείαν ἔχοντας, ἐξουσία ἔστω
20 Σωσιβίωι καὶ Σωσοῖ κολάζειν Μήδαν ὧ[ι] θέλοιν
τρόπωι, καὶ ἄ[λλ]ωι ὑπὲρ Σωσίβιον ἢ Σωσὼ ὅγ κα κε-
λεύη Σωσίβιος ἢ Σωσώ. εἰ δέ τις ἐφάπτοιτο Μήδας
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι
θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Τιμὼ καὶ ὁ βεβαι-
25 ωτὴρ Δρομοκλείδας· εἰ δὲ μὴ παρέχοισαν, πράκτιμοι
ἔστων Μήδαι καὶ Σωσιβίωι καὶ Σωσοῖ ἀργυρίου μνᾶν
[ν]ᾶν} τεσσάρων κατὰ τὸν νόμον ἅ τε ἀποδομένα καὶ
ὁ βεβαιω[τ]ήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω
Μήδαν σ[υλ]έων ὡς ἐλευθέραν ἀνυπόδικος ἐὼν καὶ ἀ-
30 ζάμιος πάσας δίκας καὶ ζαμίας, καθώς κα συλάση ἐπ’ ἐ-
λευθερίαι. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας
καὶ τῶν ἀρχόντων Ἄσανδρος, ἰδιῶται Μένης, Εὐκλῆς Ἐτυ-
μώνδα, Μεσατεύς, Ἄρχων Καλλία, Ἄθαμβος Ἀγάθω-
νος, Τυρβαῖος.
Search Help