[ ]
Phokis — Delphi — 170-157/56 BC
1 | ἄρχο[ντος Ἀμφι]στ[ράτου] |
μηνὸς [— — —] | |
κου, ἐπὶ τοῖσ[δε ἀπέδ]ο[τ]ο Τι- | |
μὼ Εὐδίκου, συνεπαινέοντος | |
5 | τοῦ υἱοῦ αὐτᾶς Λαδίκου, σῶμα γυ- |
ναικεῖον κοράσιον ἇι ὄνομα Μήδα, | |
τιμᾶς ἀργυρίου δύο μνᾶν, καθὼς ἐπί- | |
στευσε Μήδα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος | |
10 | ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιοῦ- |
σα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς | |
νόμους τᾶς πόλιος· Δρομοκλείδας. τρε- | |
φέτω δὲ Μήδα Σωσίβιον τὸν ἴδιον πατέ- | |
[ρ]α καὶ τὰμ ματέρα Σωσὼ καὶ εὐσχημο- | |
15 | νιζέτω, ἐπεί κα ἐν ἁλικίαν ἔλθη, εἰ χρείαν ἔ- |
χοισαν Σωσίβιος ἢ Σωσὼ τροφᾶς ἢ εὐσχημονι- | |
σμοῦ, εἴτε δουλεύοντες εἶεν εἴτε ἐλεύθεροι | |
γεγονότες· εἰ δὲ μὴ τρέφοι ἢ μὴ εὐσχημονίζοι Μήδα | |
Σωσίβιον ἢ Σωσὼ χρείαν ἔχοντας, ἐξουσία ἔστω | |
20 | Σωσιβίωι καὶ Σωσοῖ κολάζειν Μήδαν ὧ[ι] θέλοιν |
τρόπωι, καὶ ἄ[λλ]ωι ὑπὲρ Σωσίβιον ἢ Σωσὼ ὅγ κα κε- | |
λεύη Σωσίβιος ἢ Σωσώ. εἰ δέ τις ἐφάπτοιτο Μήδας | |
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι | |
θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Τιμὼ καὶ ὁ βεβαι- | |
25 | ωτὴρ Δρομοκλείδας· εἰ δὲ μὴ παρέχοισαν, πράκτιμοι |
ἔστων Μήδαι καὶ Σωσιβίωι καὶ Σωσοῖ ἀργυρίου μνᾶν | |
{μ[ν]ᾶν} τεσσάρων κατὰ τὸν νόμον ἅ τε ἀποδομένα καὶ | |
ὁ βεβαιω[τ]ήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω | |
Μήδαν σ[υλ]έων ὡς ἐλευθέραν ἀνυπόδικος ἐὼν καὶ ἀ- | |
30 | ζάμιος πάσας δίκας καὶ ζαμίας, καθώς κα συλάση ἐπ’ ἐ- |
λευθερίαι. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας | |
καὶ τῶν ἀρχόντων Ἄσανδρος, ἰδιῶται Μένης, Εὐκλῆς Ἐτυ- | |
μώνδα, Μεσατεύς, Ἄρχων Καλλία, Ἄθαμβος Ἀγάθω- | |
νος, Τυρβαῖος. |