[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Εὐδώρου μνηὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀστύοχος Γνωσιλάου τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι σώματα ἀνδρεῖα δύο οἷς ὀνόματα Δημήτριος, Ἐπικράτης, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τι-
μὰν ἔχει πᾶσαν, καὶ ἄλλο σῶμα γυναικεῖον ἇι ὄνομα Σαραπιὰς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσαν
Δημήτριος καὶ Ἐπικράτης καὶ Σαραπιὰς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους
5 τὸμ πάντα χρόνον, ποιοῦντας ὅ κα θέλωντι. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρα-
τυχὼν συλέων Δημήτριον καὶ Ἐπικράτην καὶ Σαραπιάδα ὡς ἐλευθέρους ἀζάμιος ἐὼν καὶ ἀνυπόδι-
κος πάσας δίκας καὶ ζαμίας. παραμεινάτωσαν δὲ Ἀστυόχωι καὶ Ἀρισταγόρα ἔντε κα ζώωντι Δημήτριος
καὶ Ἐπικράτης καὶ Σαραπιάς· εἰ δὲ μή, κύριοι ἐόντων κολαζόμενοι αὐτοὺς τρόπωι ὧι κα θέλωντι. βεβαιωτὴρ κατὰ
τὸν νόμον· Καλλείδας Δαμοχάρεος. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας καὶ οἱ βουλευταὶ Ἀν-
10 TIGE/NHS, *QRASUKLH=S, *EU)KLH=S, I)DIW=TAI *NIKO/MAXOS, *ME/NWN, *)ASTO/CENOS, *ME/NHS, *EU)KLEI/DAS.
Search Help
Contact Us