[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Βαβύλου μηνὸς Ἡρακλείου, ἀπ[έ]δοντο Με-
νὼ καὶ Καλλίας οἱ Δίωνος κοράσιον ἇι ὄνομα Συνω-
ρὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου στα-
τήρων τριάκοντα, καὶ τὰν τιμὰν ἔχοντι, κα-
5 θὼς ἐπίστευσε Συνωρὶς τῶι Ἀπόλλωνι, ἐφ’ ὅτωι
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων,
ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέχουσαν
οἷς κα θέλη· εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κα-
ταδουλισμῶι Συνωρίδος, συλήτω ὁ πα-
10 ρατυχὼν ὡς ἐλευθέραν ἐοῦσαν. βεβαι-
ωτὴρ κατὰ τοὺς νόμους [τ]ᾶς πόλιος·
Πολίτας Ἀσάνδρου. μ[άρ]τυροι· ὁ ἱερεὺς
Ἀνδρόνικος κ[α]ὶ ὁ νεωκόρος Μένης
καὶ τῶν ἀρχόντων Ἰατάδας καὶ ἰδι-
15 ῶται Μηνόδοτος, Πεισίστρατος
Βούλωνος, Ἀριστίων Ἄγωνος.
ἁ ὠνὰ παρὰ Μένητα.
Search Help
Contact Us