[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Βαβύλου μηνὸς Ἡρακλείου, ἀπ[έ]δοντο Με- |
νὼ καὶ Καλλίας οἱ Δίωνος κοράσιον ἇι ὄνομα Συνω- | |
ρὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου στα- | |
τήρων τριάκοντα, καὶ τὰν τιμὰν ἔχοντι, κα- | |
5 | θὼς ἐπίστευσε Συνωρὶς τῶι Ἀπόλλωνι, ἐφ’ ὅτωι |
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων, | |
ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέχουσαν | |
οἷς κα θέλη· εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κα- | |
ταδουλισμῶι Συνωρίδος, συλήτω ὁ πα- | |
10 | ρατυχὼν ὡς ἐλευθέραν ἐοῦσαν. βεβαι- |
ωτὴρ κατὰ τοὺς νόμους [τ]ᾶς πόλιος· | |
Πολίτας Ἀσάνδρου. μ[άρ]τυροι· ὁ ἱερεὺς | |
Ἀνδρόνικος κ[α]ὶ ὁ νεωκόρος Μένης | |
καὶ τῶν ἀρχόντων Ἰατάδας καὶ ἰδι- | |
15 | ῶται Μηνόδοτος, Πεισίστρατος |
Βούλωνος, Ἀριστίων Ἄγωνος. | |
ἁ ὠνὰ παρὰ Μένητα. |