[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Θρασυκλέος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀνδρόνικος Φρικίδα τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σώματα δύο παιδάρια ἐνδογενῆ οἷς ὀνύματα Σωτηρίδας καὶ Σωσικράτης, τιμᾶς ἀρ-
γυρίου μνᾶν ἑπτά, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσαν Σωτηρίδας καὶ Σωσικράτης
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρό-
5 νον, ποιέοντες ὅ κα θέλωντι. παραμεινάντων δὲ παρὰ Ἀνδρόνικον Σωτηρίδας καὶ Σωσικράτης
ἄχρι οὗ κα ζώη Ἀνδρόνικος ποιέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλή-
τως· εἰ δέ κα μὴ ποιέωντι τὸ ποτιτασσόμενον, κύριος ἔστω ἐπιτιμέων τρόπωι ὧι κα θέλη. ἐπεὶ δέ
κά τι πάθη Ἀνδρόνι[κος], [ἐλεύ]θεροι ἔστωσαν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸμ πάντα χρόνον. βεβαιωτῆρες
καὶ προστάται κα[τ]ὰ τὸν [νό]μον τᾶς πόλιος· Μένης, Τιμόκριτος. εἰ δέ τις ἅπτοιτο μετὰ τὸ μεταλλάξαι
10 Ἀνδρόνικον Σωτηρίδα καὶ Σω[σικρά]τεος ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνάν· εἰ δὲ μὴ
παρέχοιν βέβαιον, πράκτιμοι ἔστων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω[ν]
συλέοντες Σωτηρίδαν καὶ Σωσικράτη ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά-
σας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἀρι-
στόβουλος, Δαμόστρα[το]ς, Τίμων καὶ ἰδιῶται Ἧρυς, Τίσων Θευχάριος, Ξένων Πολύωνος, Δημήτριος.
15
Search Help
Contact Us