[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Θρασυκλέος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀνδρόνικος Φρικίδα τῶι Ἀπόλλω- |
νι τῶι Πυθίωι σώματα δύο παιδάρια ἐνδογενῆ οἷς ὀνύματα Σωτηρίδας καὶ Σωσικράτης, τιμᾶς ἀρ- | |
γυρίου μνᾶν ἑπτά, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσαν Σωτηρίδας καὶ Σωσικράτης | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρό- | |
5 | νον, ποιέοντες ὅ κα θέλωντι. παραμεινάντων δὲ παρὰ Ἀνδρόνικον Σωτηρίδας καὶ Σωσικράτης |
ἄχρι οὗ κα ζώη Ἀνδρόνικος ποιέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλή- | |
τως· εἰ δέ κα μὴ ποιέωντι τὸ ποτιτασσόμενον, κύριος ἔστω ἐπιτιμέων τρόπωι ὧι κα θέλη. ἐπεὶ δέ | |
κά τι πάθη Ἀνδρόνι[κος], [ἐλεύ]θεροι ἔστωσαν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸμ πάντα χρόνον. βεβαιωτῆρες | |
καὶ προστάται κα[τ]ὰ τὸν [νό]μον τᾶς πόλιος· Μένης, Τιμόκριτος. εἰ δέ τις ἅπτοιτο μετὰ τὸ μεταλλάξαι | |
10 | Ἀνδρόνικον Σωτηρίδα καὶ Σω[σικρά]τεος ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνάν· εἰ δὲ μὴ |
παρέχοιν βέβαιον, πράκτιμοι ἔστων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω[ν] | |
συλέοντες Σωτηρίδαν καὶ Σωσικράτη ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά- | |
σας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἀρι- | |
στόβουλος, Δαμόστρα[το]ς, Τίμων καὶ ἰδιῶται Ἧρυς, Τίσων Θευχάριος, Ξένων Πολύωνος, Δημήτριος. |