[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Εὐχαρίδα μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων τὰν δευτέ- |
ραν ἑξάμηνον Εὐδώρου, Εὐκράτεος, Ξεναγόρ[α], ἀπέδοτο Κρατὼ Νικοδάμου | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον οἰκογενὲς ἇι ὄνομα Δορκίς, τι- | |
μᾶς ἀργυρίου μνᾶν δυῶν καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ | |
5 | κατὰ τοὺς νόμους τᾶς πόλιος· Ξενοφάνης Φιλονίκου. καθὼς ἐπίστευσε Δορ- |
κὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος τὸν πάντα χρόνον, | |
ποιοῦσα ὅ κα θέληι καὶ [ἀ]ποτρέχουσα οἷς κα θέληι· εἰ δέ τις κατ[α]δουλίζοιτο Δορ- | |
κίδα, κυρία ἔστω αὐσαυτὰν συλέουσα καὶ ἄλλος ὁ θέλων ὑπὲρ Δορκίδος καὶ ὁ | |
βεβαιωτὴρ βεβαιούτω ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι- | |
10 | κοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος |
Ἀνδρόνικος, Πραξίας καὶ τοὶ ἄρχοντες Ξεναγόρας, Εὐκράτης, Εὔ- | |
δωρος καὶ ὁ ναοκόρος Μένης, ἰδιῶται Εὐχαρίδας, [․․]ΑΘ[․․․․․․] Εὐάρ- | |
χου, Τιμόκριτος, Καλλείδας, Καλλίκων. |