[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | στραταγέοντος τῶν Φωκέων Πυῤῥίνου Τιθορρέος μηνὸς πέμπτου, ἐν Δελφοῖς |
δὲ ἄρχοντος Εὐχαρίδα μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστογένης Νικέα Λιλαιεὺς | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Σωσίς, Ἀριστονίκα, τιμᾶς | |
ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσαν Σωσὶς καὶ Ἀριστο- | |
5 | νίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων |
τὸμ πάντα βίον, ποιέουσαι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι οἷς κα θέλωντι. βεβαιωτῆρες | |
κατὰ τοὺς νόμους τᾶς πόλιος· Νικόμαχος Ἀριστάρχου, Φάϋλλος Ἐπινίκου Λιλαιεῖς. εἰ δέ τίς | |
κα ἅπτηται Σωσίδος ἢ Ἀριστονίκας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι | |
τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστογένης καὶ οἱ βεβαιωτῆρες Νικόμαχος, Φάϋλλος κατὰ | |
10 | τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες |
Σωσίδα καὶ Ἀριστονίκαν ὡς ἐλευθέρας ἐούσας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνι- | |
κος καὶ οἱ ἄρχοντ[ε]ς Εὔδωρος Ἀμύντα, Ξεναγόρας Εὐκλείδα, Εὐκράτης Καλ- | |
λίκωνος καὶ ἰδιῶ[ται] Ἡρακλείδ[α]ς Καλλία, Καλλείδας Εὐκλείδα, Γλαῦκος Ξένω- | |
15 | νος, Ὑβρίας, Τιμόκριτο[ς Δ]ελφοί, Πολυκράτης, Νικέας [Ἀ]μύντα, Ἀριστοφάνης, Μνασίας |
Ξενοκράτεος, Θρασύμαχος <Λ>ι<λ>[α]ιεῖς. |