[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ἀτεισίδα μηνὸς Ἡρακλείου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Νικαρέτου τοῦ |
Ἀντιχάρεος, Ἀναξανδρίδα τοῦ Αἰακίδα, γραμματεύοντος δὲ Καλλίκωνος τοῦ Εὐκράτεος, ἐπὶ τοῖσ- | |
δε ἀπέδοτο Ἀριστὼ Ἥρυος, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Φιλονίκου, τῶι Ἀπόλλωνι τῶι Πυ- | |
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωτηρὶς τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τι- | |
5 | μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σωτηρὶς τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀ- |
νέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαι- | |
ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Κλέων Ἥρυος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Σωτηρίος, βέ- | |
βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ἀριστὼ καὶ ὁ βεβαιωτὴρ βεβαιούτω· εἰ δὲ μὴ πα- | |
ρέχοιν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἔστων μνᾶν τριάκοντα. ὁμοίως δὲ καὶ οἱ παρατυχόν- | |
10 | τες κύριοι ἐόντων συλέοντες Σωτηρὶν ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι |
πάσας δίκας καὶ ζαμίας. v μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου | |
καὶ οἱ ἄρχοντες· Κλέων Ἥρυος, Ἀζάρατος Ἀντιχάρεος, Ταραντῖνος Μνασιθ[έ]ου καὶ ὁ νεωκόρος Ἀτεισίδας. |