[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Εὐχαρίδα μηνὸς Δαι[δαφορί]ου, ἐπὶ τοῖσδε ἀπέδοτο Λίριον, συνευδοκέ-
οντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Θευγένεος, [τῶι] Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄ-
νομα Μάνης τὸ γένος Παφλαγόνα, τιμ[ᾶς ἀ]ργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶ-
σαν, καθῶς ἐπίστευσε Μάνης τὰν ὠνὰν τ[ῶι θε]ῶι, ἐφ’ ὅτωι ἐλεύθερος ἦται τὸν πάντα χρόνον,
5 ποιῶν ὅ κα θέλη. εἰ δέ τις ἐφάπτοιτο Μάνε[ος ἐ]π[ὶ κ]αταδουλισμῶι, κύριος ἔστω Μάνης αὐ-
σωτὸν συλέων ὡς ἐλεύθερος ὤν. ὁμοίως δὲ κα[ὶ] εἴ τις ἄλλος συλέοι Μάνην ὡς ἐλεύθερον
ὄντα, ἀζάμιος ἔστω ὁ συλέων καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. βεβαιωτὴρ κατὰ
τὸν νόμον τᾶς πόλιος· Θρασυκλῆς Πραξία. παραμεινάτω δὲ Μάνης παρὰ Λίριον ἔτη τρία ἀ-
νέγκλητος ποιῶν τὸ ποτιτασσόμενον [τ]ὸ δυνατό[ν]· εἰ δέ κα μὴ παραμένη ἀνένκλη-
10 τος Μάνης παρὰ Λίριον, καθὼς γέ[γ]ραπται, περὶ οὗ κα ἐπι[κ]αλῆ αὐτῶι, κριθέντων συνελό-
μενοι ἐν ἄνδροις [τ]ρίοις· ὅ τι δέ κκρίνων]τι, κύριον ἔστω. ἄρχει τῶν τριῶν ἐτέων ὁ ἐνιαυτὸς
ὁ μετὰ τὰν Εὐχαρίδα ἀρχά[ν]. εἰ [δ]έ τι ἀνθρώπινον γένοιτο περὶ Μάνη, εἴ τί κα κατ[αλείπη ὑπά]ρ-
χον Μάνης, Λιρίου ἔστω καὶ μὴ ἔστω ἐξουσία Μάνει διδόντι μηθενί, τά κα [ἔχη. μάρτυ]-
ροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀν[δ]ρόνικος καὶ οἱ ἄρχοντες Πασίω[ν, Βαβύλος],
15 Τιμοκλῆς, ἰδιῶται Μένης, Δάμων Δαμοκράτεος, Ἀντιφάνης, Νικέα[ς, Τιμόκριτος].
Search Help
Contact Us