[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Θρασυκλέος μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοντο Ἄθαμβος Ἀθ[α]- |
νίωνος, Νικίας Ἀριστωνύμου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν- | |
δρεῖον ὧι ὄνομα {․․․} Νύσας ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσά- | |
ρων, καὶ τὰν τι{․․}μὰν {²⁶τιμὰν}²⁶ ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Νύσας | |
5 | τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Νύσαν καὶ ἀνέφαπτον |
ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέοντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα | |
θέλη. εἰ δέ τις ἐφ[άπτ]οιτο Νύσα, κ{—}ύριος {²⁶κύριος}²⁶ ἔστω ὁ παρατυχὼν συλέων Νύ- | |
σαν ὡς ἐλεύθερο[ν] ἐόντα, καὶ ὁ βεβαιωτὴρ καὶ οἱ ἀποδόμενοι | |
βέβαιον παρεχόντ[ω τὰν ὠνὰ]ν κατὰ τοὺς νόμους τᾶς πόλιος. <βεβαιωτήρ>· Εὐάγγε- | |
10 | λος Πάτρωνος. [μάρτυ]ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας καὶ Ἀν- |
δρόνικος καὶ τῶν [ἀρχόν]των Δεξώνδας, ἰδιῶται Ἀντιχάρης, Θεύ- | |
δοτος, Δίων, Ξενέας, Αἴσων. |