[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Θρασυκλέος μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοντο Ἄθαμβος Ἀθ[α]-
νίωνος, Νικίας Ἀριστωνύμου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν-
δρεῖον ὧι ὄνομα {․․․} Νύσας ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσά-
ρων, καὶ τὰν τι{․․}μὰν {²⁶τιμὰν}²⁶ ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Νύσας
5 τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Νύσαν καὶ ἀνέφαπτον
ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέοντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα
θέλη.  εἰ δέ τις ἐφ[άπτ]οιτο Νύσα, κ{—}ύριος {²⁶κύριος}²⁶ ἔστω ὁ παρατυχὼν συλέων Νύ-
σαν ὡς ἐλεύθερο[ν] ἐόντα, καὶ ὁ βεβαιωτὴρ καὶ οἱ ἀποδόμενοι
βέβαιον παρεχόντ[ω τὰν ὠνὰ]ν κατὰ τοὺς νόμους τᾶς πόλιος. <βεβαιωτήρ>· Εὐάγγε-
10 λος Πάτρωνος. [μάρτυ]ροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας καὶ Ἀν-
δρόνικος καὶ τῶν [ἀρχόν]των Δεξώνδας, ἰδιῶται Ἀντιχάρης, Θεύ-
δοτος, Δίων, Ξενέας, Αἴσων.
Search Help
Contact Us