[ ] Phokis — Delphi — ca. 150-140 BC
1 [ἄρχοντος Θρα]συκλέος μηνὸς Ἀμαλίου, ἀπέδοτο Ἀλέ-
[ξανδρος Ἀλεξ]άνδρου Βοήθωι σῶμα γυναικεῖον ἇι [․․․]
[․․․․․․․ Θρ]ᾶισσαν ἐπ’ ἐλευθερίαι τ[ιμ]ᾶς ἀργυρίου μνᾶς
[καὶ τὰν τ]ιμ[ὰν πᾶσαν ἔχε]ι. βεβαιωτὴρ κατὰ τ[ο]ὺς νόμους τᾶς πόλιος·
5 [— —α]νος [․6-7․․]νος. παραμεινάτ[ω δ]ὲ Θρᾶισσα παρὰ Βόηθον
[ποιέου]σα π[ᾶν τὸ] δυνατόν, ἄχρι οὗ κα ζώη Βόηθος· ἐπεὶ δέ κα [μ]ε-
[ταλλ]άξηι τὸ[ν βίο]ν Βόηθος, ἐλευθέρα ἔστω Θρᾶισσα καὶ ὁ βεβ[α]ιω-
τὴρ [μη]κέτι βε[βαι]ούτω. εἰ δέ τί κα ἐν τούτῳ τῶι χρόνωι Θρᾶισ-
σα ἢ Β[ό]ηθος ποτὶ αὐτοσαυτοὺς ἀντιλέγοιν, κριθέντω {ι} ἐν ἄνδροις τρί[ο]ις·
10 ὅ τι δέ κα οὗτοι κρίνωντι, κύριον ἔστω {ι}. ἀναγραψάτω {ι} δὲ Βόηθος
Θρᾶισσαν ἀπὸ τοῦ Ἀλεξάνδρου ὀνόματος τῶι θεῶι ἐν μηνὶ Εἰλαίω {²⁷Εἰλαίω[ι]?}²⁷
ἐπὶ τᾶς Θρασυκλέος ἀρχᾶς, μένουσαν Θρᾶισαν παρὰ Βόηθον ἄχρ[ι] οὗ κα
ζώη Βόηθος. εἰ δέ κα μὴ ἀναγράψηι Βόηθος Θρᾶισαν καθὼς ἐπάνω γέ-
γραπται, πράκτιμος ἔστω Ἀλεξάνδρωι ἀργυρίου μνᾶς. μάρτυροι· Λα-
15 ιάδας Βαβύλου, Φίλαγρος Φίλωνος, Χαρίξενος, Μένης, Δρομοκλεί-
δας.
Search Help
Contact Us