[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ἀμύντα μη[ν]ὸς Ἡραίου, βουλευόντων τὰν
πρώταν ἑξάμηνον Ξ[ε]νοκρίτου τοῦ Στησιμένεος,
Κλέωνος τοῦ Διονυσ[ί]ου, γραμματεύοντος δὲ Μνασιδάμου
τοῦ Ξενοκρίτου, ἀπέδοτο Πυῤῥίας Ἀρχελάου Δελφὸς τῶι Ἀπόλλωνι
5 τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Ἀριστοβού-
λα, Κλεονίκα, καὶ ἀνδρεῖον ὧι ὄνομα Ἀριστόβουλος τὸ γένος οἰκογενῆ,
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσαν τὰν ὠνὰν τῶι θεῶι Ἀρισ-
τοβούλα, Κλεονίκα, Ἀριστόβουλος, ἐφ’ ὧιτε ἐλεύθε[ροι] καὶ ἀνέφαπτοι εἶ-
μεν ἀπὸ παντὸς τὸν πάντα βίον. βεβαιωτὴρ καθ[ὼς] ἁ ὠνὰ ἔχει· Ξενό-
10 κριτος Ταραντίνου Δελφός. τᾶς ὠνᾶς τὸ ἀντίγραφον παρ[ὰ] τὸν
ἱερῆ τοῦ Ἀπόλλωνος Ἄρχωνα Καλλία καὶ παρὰ Φίλιον Χαλεῆ.
μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἄρχων καὶ ὁ ν[εω]-
[κ]όρος Ἀτεισίδας, Σώστρατος Σωτύλου, Μικκύλος Εὐδόκο[υ],
Ἀμύντας Εὐδώρου Δελφοί, Φίλιος, Νικόλαος Τίμων-
15 ος, Δαμόξενος Κλέωνος, Θρασέας, Πυῤῥιας, Ξενέας,
Νίκιος, Ὑβρίλαος, Λυσίδαμος Χαλεεῖς.
Search Help
Contact Us