[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ἀμύντα μη[ν]ὸς Ἡραίου, βουλευόντων τὰν |
πρώταν ἑξάμηνον Ξ[ε]νοκρίτου τοῦ Στησιμένεος, | |
Κλέωνος τοῦ Διονυσ[ί]ου, γραμματεύοντος δὲ Μνασιδάμου | |
τοῦ Ξενοκρίτου, ἀπέδοτο Πυῤῥίας Ἀρχελάου Δελφὸς τῶι Ἀπόλλωνι | |
5 | τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Ἀριστοβού- |
λα, Κλεονίκα, καὶ ἀνδρεῖον ὧι ὄνομα Ἀριστόβουλος τὸ γένος οἰκογενῆ, | |
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσαν τὰν ὠνὰν τῶι θεῶι Ἀρισ- | |
τοβούλα, Κλεονίκα, Ἀριστόβουλος, ἐφ’ ὧιτε ἐλεύθε[ροι] καὶ ἀνέφαπτοι εἶ- | |
μεν ἀπὸ παντὸς τὸν πάντα βίον. βεβαιωτὴρ καθ[ὼς] ἁ ὠνὰ ἔχει· Ξενό- | |
10 | κριτος Ταραντίνου Δελφός. τᾶς ὠνᾶς τὸ ἀντίγραφον παρ[ὰ] τὸν |
ἱερῆ τοῦ Ἀπόλλωνος Ἄρχωνα Καλλία καὶ παρὰ Φίλιον Χαλεῆ. | |
μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἄρχων καὶ ὁ ν[εω]- | |
[κ]όρος Ἀτεισίδας, Σώστρατος Σωτύλου, Μικκύλος Εὐδόκο[υ], | |
Ἀμύντας Εὐδώρου Δελφοί, Φίλιος, Νικόλαος Τίμων- | |
15 | ος, Δαμόξενος Κλέωνος, Θρασέας, Πυῤῥιας, Ξενέας, |
Νίκιος, Ὑβρίλαος, Λυσίδαμος Χαλεεῖς. |