[ ] Phokis — Delphi — ca. 156-151 BC
1 ἄρχοντος Πατρέα μηνὸς Ποιτροπίου, ἀπέδοτο Πολύξενος Ζηνέα, συνευδοκέοντος
καὶ τοῦ ὑοῦ Ξενοχάρεος, σῶμα γυναικεῖον ἇι ὄνομα Βακχὶς τῶι Ἀπόλλωνι τῶι Πυθί-
ωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Βακχὶς τὰν
ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος καὶ κύριον εἶμεν τὸν παρα-
5 τυχόντα συλέοντα ἐπ’ ἐλευθερίαι. βεβαιωτὴρ [κ]ατὰ τὸν νόμον· Κλευφάνης Ἀμινία.
παραμεινάτω δὲ Βακχὶς παρὰ Πολύξενον ὑπηρετέουσα Πολυξένω μέχρι κα
ζώη ἀνενκλήτως. μάρτυροι· τοὶ ἱερεῖς Ἀμύντας, Ἀνδρόνικος καὶ τοὶ ἄρχον-
τες Ἀστύοχος· Νικίας, Τίμων Καλλικράτεος.
Search Help
Contact Us