[ ]
Phokis — Delphi — ca. 156-151 BC
1 | ἄρχοντος Πατρέα τοῦ Ἀνδρονίκου μηνὸς Βυσίου, ἀπέ[δ]οτο Σωσί- |
ας Σωσία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ[ν]ο- | |
μα Νικαία τὸ γένος ἐξ Ἀργεθίας καὶ τὸν ὑὸν αὐτᾶς Ἰσθμόν, τιμᾶς | |
ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Νικαία καὶ Ἰσθμὸς | |
5 | τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα |
βίον. παραμεινάτω δὲ Νικαία καὶ Ἰσθμὸς παρὰ Σωσίαν ἄχρι οὗ κα ζώη Σωσίας, ποιέοντες πᾶν | |
τὸ ποτιτασσόμενον Σωσία τὸ δυνατὸν [ἀ]νενκλήτως· εἰ δὲ μὴ ποιέοιν Νικαία καὶ Ἰσθμός, μὴ | |
E)/STW BE/BAIOS AU)TOI=S A( W)NA/, A)LLA\ A)/KUROS E)/STW. EI) DE/ TI E)NKALE/OI *SWSI/AS *NIKAI/A H)\ *)ISQMW=, E)PIKRI- | |
θέντω ἐν ἄνδροις τρίοις· ὅ τι δέ κα οὗτοι κρίνωντι, κύριον ἔστω. εἰ δέ τί κα πάθη Σωσίας, ποιη- | |
10 | σάτω τὰ ποτὶ γᾶν πάντα τὰ νομιζόμενα Νικαία καὶ Ἰσθμός. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς |
πόλιος· Τιμόκριτος Εὐκλείδα. εἰ δέ τις ἅπτοιτο Νικαίας ἢ Ἰσθμοῦ ἐπὶ καταδουλισμῶι ἐπεί | |
κά τι πάθη Σωσίας, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι [τ]ὰν ὠνάν. ὁμοίως δὲ καὶ οἱ παρα- | |
τυνχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀ- | |
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλω[ν]ος | |
15 | Ἀμύντας, Ἀνδρόνι- |
κος καὶ τῶν ἀρχόντων Πολυκράτης, Πασίων καὶ ἰδιῶται Πατρέας, Εὐκλείδας, Εὐαγόρας, | |
Τιμόκριτος. |