[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ἀνδρονίκου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Χαρίξενος Ἀλέξωνος
Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀνθράκιον, τιμᾶς ἀργυρί[ου μν]ᾶν
δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀνθράκιον τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε [ἐλευθέ]-
ραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον ποιοῦσαν ὅ κα θέλη καὶ ἀ[ποτρέχου]-
5 σαν οἷς κα θέ[λη]. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Διόδωρος [Ἡράκωνος]
Δελφός. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδ[ο]υ[λισμῶι]
Ἀνθρακίου, ὁ βεβαιωτὴρ ἀσφαλῆ παρεχέτ[ω τὰν ὠ]-
νὰν τῶι θεῶι. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀ[πόλ]-
λωνος Ταραντῖνος, Ἀμύντα[ς],
10 Μένης, {²⁷Ἀμύντα[ς — —μένης?}²⁷ Σωδαμίδας Εὐαγγέλο[υ],
Εὐάγγελος Σωδαμίδα, Νικό-
μαχος Δεξίππου, Θεύφρασ-
στος Φιλοκράτεος.
Search Help
Contact Us