[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Σωξένου μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Λαιάδα τοῦ Βαβίλου,
Ἀντιγένεος τοῦ Διοδώρου, γραμματεύοντος δὲ Ἡρακλείδα τοῦ Καλλία, ἐπὶ τοῖσδε ἀπέδοτο Πολύα Φιλί-
νου, συνευδοκεούσας καὶ τᾶς θυγατρὸς αὐτᾶς Ἡραιΐδος καὶ τοῦ υἱοῦ Πολυτιμίδα καὶ Ἐρασίππου τοῦ
τᾶς θυγατέρος υἱοῦ Ἀριστοῦς καὶ Φιλοκράτεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνο-
5 μα Κασταλία τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κα-
θὼς ἐπίστευσε Κασταλία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα χρόν[ο]ν ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πό-
λιος· Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο Κασταλίας ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόν-
των τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ Ἀστόξενος· εἰ δὲ μὴ παρέχο[ι]ν βέβαιον τῶι θε-
10 ῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν-
των συλέοντες Κασταλίαν ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ-
τυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Λαιάδας, Ἀντιγένης, Ἡρακλείδας καὶ ἰδι-
ῶται Ἐμμενίδας Δεξικράτεος, Ἄθαμβος Ἁβρομάχου, Πεισί<σ>τρατος Βούλωνος, Σώξενος Ἐκεφύλου, Ἀρίστων Δα-
μοφάνεος, Ἀτεισίδας Ξένωνος, Πασίων Σωτάδα, Εὐκράτης Ξενοφάντου, Εὐκράτης Χαρία, Τίμανδρος Με-
15 νάνδρου Λιλαιεῖς, Αὐτοκράτης Ἀγασέα Δαυλιεύς.
Search Help
Contact Us