[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Θρασυκλέος μηνὸς Ἡρακλήου, ἀπέδοτο Ἄθαμβος Ἀθανίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι |
σῶμα γυναικεῖον ἇι ὄνομα Ἁρμοδίκα τὸ γένος ἐξ Ἐλατείας, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν | |
ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἁρμοδίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος | |
ἀπὸ πάντων τὸμ πάντα χρόνον ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτῆρες κατὰ τὸν | |
5 | νόμον τᾶς πόλιος· Ἀντιχάρης Ἀζαράτου, Φιλόδαμος Χάρητος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισσμῶι Ἁρ- |
μοδίκας, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ [τ]ε ἀποδόμενος Ἄθαμβος καὶ οἱ βεβαιωτῆρες Ἀντιχά- | |
ρης, Φιλόδαμος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντε[ς] κύριοι ἐόντων συλέοντες Ἁρμοδίκαν ὡς ἐλευθέραν ἐοῦ- | |
σαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας κα[ὶ] ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀν- | |
δρόνικος καὶ τῶν ἀρχόντων Δεξώνδας καὶ ἰδιῶται [Θ]εύξενος, Φίλαγρος, Ἄσανδρος, Σωκράτης, Μενεκράτης. |