[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Θρασυκλέος μηνὸς Ἡρακλήου, ἀπέδοτο Ἄθαμβος Ἀθανίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Ἁρμοδίκα τὸ γένος ἐξ Ἐλατείας, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν
ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἁρμοδίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος
ἀπὸ πάντων τὸμ πάντα χρόνον ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτῆρες κατὰ τὸν
5 νόμον τᾶς πόλιος· Ἀντιχάρης Ἀζαράτου, Φιλόδαμος Χάρητος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισσμῶι Ἁρ-
μοδίκας, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ [τ]ε ἀποδόμενος Ἄθαμβος καὶ οἱ βεβαιωτῆρες Ἀντιχά-
ρης, Φιλόδαμος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντε[ς] κύριοι ἐόντων συλέοντες Ἁρμοδίκαν ὡς ἐλευθέραν ἐοῦ-
σαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας κα[ὶ] ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀν-
δρόνικος καὶ τῶν ἀρχόντων Δεξώνδας καὶ ἰδιῶται [Θ]εύξενος, Φίλαγρος, Ἄσανδρος, Σωκράτης, Μενεκράτης.
Search Help
Contact Us