Klio 18 (1923) 301,226 Klio 18 (1923) 300,225
[ ] Phokis — Delphi — 112 BC — SEG 2.289 — Pomtow
1                 [ἀγαθὰ τ]ύχα.
[ἄρχοντος Σωτύλου τοῦ Τιμ]οκλέος, β[ουλευ]-
[όντων τὰν δευτέραν ἑξάμηνο]ν̣ Ξενοκρίτ[ου]
[τοῦ Στησιμένεος, Σωστράτο]υ τοῦ Σωτύλου,
5 [γραμματεύοντος δὲ βουλᾶς Εἰ]ρ̣αν̣αίου τοῦ Θε[ο]-
[δότου· ἐπειδὴ Εὐνικίδας Εὐκρά]τεος? Τιθορρεὺ[ς]
[ἀνὴρ καλὸς καὶ ἀγαθὸς ὑπάρχ]ω̣ν καὶ εὐσεβῶς
[διακείμενος διατελεῖ ποτί τε τὸ ἱερὸν] τοῦ Ἀπόλλωνος
[τοῦ Πυθίου, εὐνοϊκῶς δὲ καὶ ποτὶ] τὰν πόλιν ἁμῶν, ε[ὔ]-
10 [χρηστον αὐτοσαυτὸν παρασκευάζων] καὶ κοιν[ᾶι]
[τᾶι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχ]ανόντοις τῶμ πολ[ι]-
[τᾶν, σπουδᾶς καὶ φιλ]ο̣τιμ̣[ίας ο]ὐθὲν ἐνλλείπων {²⁶ἐνλείπων}²⁶,
[ὅπως οὖν καὶ ἁ ἁμετέρ]α πόλ[ις φ]αίνηται τιμέουσα
[τοὺς εὐεργετεῖν αὐτὰν] προαι[ρει]μένους· ἀγαθᾶι τύ-
15 [χαι· δεδόχθαι τᾶι πόλ]ει τῶν Δελφῶν ἐν ἀγορᾶι τ[ε]-
[λείωι σὺμ ψάφοις ταῖς ἐ]ννόμοις, ἐπαινέσαι Εὐν̣[ι]-
[κίδαν Εὐκράτεος? Τι]θ̣ορρῆ ἐπὶ τᾶι εὐνοίαι καὶ [εὐ]-
[σεβείαι ἇι ἔχων διατελ]εῖ ποτί τε τὸ ἱερὸν τ̣ο[ῦ]
[Ἀπόλλωνος καὶ τὰν ἁμετέρ]αν πόλιν, καὶ ὑπάρχε[ιν]
20 [αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς] πόλιος προξενίαν, προ-
[μαντείαν, προδικίαν, ἀσυλ]ίαν, ἀτέλειαν, π[ροεδρί]-
[αν ἐμ πᾶσι τοῖς ἀγώνοις, οἷς] ἁ πόλις τίθ[ητι, καὶ]
[τἆλλα τίμια πάντα ὅσα] καὶ τοῖς ἄλλ[οις προξέ]-
[νοις καὶ εὐεργέταις τᾶς π]όλιο[ς ὑ]πά[ρχει].
Search Help
Contact Us