[ ] Phokis — Delphi — 159 BC — SEG 2.270 — Pomtow
1 θε[ός].
[ἀγα]θᾶι τύχαι. ἄρχοντος Ἀμφιστράτου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἰατάδα, Αἰακί-
[δα, Κ]αλλιγένεος, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμ-
[οις]· ἐπειδὴ παραγενόμενος 〚— —23— —〛. καὶ ἐπελθὼν ἐπὶ τὰν ἐκλησίαν {²⁶ἐκκλησίαν}²⁶
5 [ἀ]νενεώσατό τε τὰ γενόμενα τᾶι πόλει ἀπὸ τῶν προγόνων αὐτοῦ εὐεργετήματα
[κα]ὶ αὐτὸς ἐπὶ πλέον φιλοφρόνως τὰν φιλίαν συναῦξε, δεδόχθαι τᾶι πόλει, ἐπαινέσαι Ἰσ-
[4_ _22_ _]4. E)PI\ TA=I PROAIRE/SEI KAI\ EU)ERGESI/AI, A(=I E)/XWN DIA\ PROGO/NWN
[δι]ατελεῖ ποτὶ τὰν πόλιν, καὶ εἶμεν αὐτὸν εὐεργέταν, καὶ δεδόσθαι αὐτῶι καὶ ἐγγόνοις
[π]αρὰ τᾶς πόλιος προξενίαν, πολιτείαν, προμαντείαν, προδικίαν, προεδρίαν ἐν τοῖς ἀγώνοις,
10 [ἀ]συλίαν, ἀτέλειαν πάντων καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν καὶ τἆλλα τίμια πάντα, ὅσα καὶ
[τ]οῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· δόμεν δὲ αὐτῶι καὶ τοὺς ἐπιδα-
[μι]οργοὺς Ξενόκριτον καὶ Ἀγησίλαον ξένια τὰ μέγιστα ἐκ τῶν νόμων· ὅπως δὲ τὸ ψά-
[φι]σμα ἀναγραφῇ τοῦτο ἐν τὸν ἐπιφανέστατον τόπον τοῦ ἱεροῦ, τὰν ἐπιμέλειαν ποιή-
[σ]ασθαι {αι} τοὺς ἄρχοντας.
Search Help
Contact Us