[ ]
Phokis — Delphi — 159 BC — SEG 2.270 — Pomtow
1 | θε[ός]. |
[ἀγα]θᾶι τύχαι. ἄρχοντος Ἀμφιστράτου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἰατάδα, Αἰακί- | |
[δα, Κ]αλλιγένεος, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμ- | |
[οις]· ἐπειδὴ παραγενόμενος 〚— —23— —〛. καὶ ἐπελθὼν ἐπὶ τὰν ἐκλησίαν {²⁶ἐκκλησίαν}²⁶ | |
5 | [ἀ]νενεώσατό τε τὰ γενόμενα τᾶι πόλει ἀπὸ τῶν προγόνων αὐτοῦ εὐεργετήματα |
[κα]ὶ αὐτὸς ἐπὶ πλέον φιλοφρόνως τὰν φιλίαν συναῦξε, δεδόχθαι τᾶι πόλει, ἐπαινέσαι Ἰσ- | |
〚— —22— —〛. ἐπὶ τᾶι προαιρέσει καὶ εὐεργεσίαι, ἇι ἔχων διὰ προγόνων | |
[δι]ατελεῖ ποτὶ τὰν πόλιν, καὶ εἶμεν αὐτὸν εὐεργέταν, καὶ δεδόσθαι αὐτῶι καὶ ἐγγόνοις | |
[π]αρὰ τᾶς πόλιος προξενίαν, πολιτείαν, προμαντείαν, προδικίαν, προεδρίαν ἐν τοῖς ἀγώνοις, | |
10 | [ἀ]συλίαν, ἀτέλειαν πάντων καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν καὶ τἆλλα τίμια πάντα, ὅσα καὶ |
[τ]οῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· δόμεν δὲ αὐτῶι καὶ τοὺς ἐπιδα- | |
[μι]οργοὺς Ξενόκριτον καὶ Ἀγησίλαον ξένια τὰ μέγιστα ἐκ τῶν νόμων· ὅπως δὲ τὸ ψά- | |
[φι]σμα ἀναγραφῇ τοῦτο ἐν τὸν ἐπιφανέστατον τόπον τοῦ ἱεροῦ, τὰν ἐπιμέλειαν ποιή- | |
[σ]ασθαι {αι} τοὺς ἄρχοντας. |