[ ] Phokis — Delphi — 155-130 BC — SEG 2.287 — Pomtow
1 [ἔδοξ]ε τᾶι π[όλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Θεσπιεῖς εὔνοοι ὄντες πο]-
[τὶ τὰ]μ πόλ[ιν ἁμῶν διατετελέκατι καὶ νῦν ἀποσταλείσας ποτὶ αὐτοὺς πρεσβείας ὑπὸ τᾶς πόλιος, ὅπως δι]-
[καστ]ὰς ἀποδε[ίξωσιν ἄνδρας τρεῖς ἐπὶ τὰς δίκας τὰς ὑπαρχούσας ἁμῖν ποτὶ ․․․․․․․ κατὰ τὸ σύμβο]-
[λον τ]ὸ ὑπὸ [τᾶς πόλιος καὶ τῶν ․c.6․․ πεποιημένον, οἵτινες παραγενόμενοι ποθ’ ἁμὲ ποιήσονται τὰς κρίσεις με]-
5 [τὰ πα]ντὸς τ[οῦ] δ[ικαίου, τούς τε πρεσβευτὰς ποτεδέξαντο φιλανθρώπως καὶ ․․․․․c.15․․․․․․ καὶ περὶ]
[ὧν πα]ρε[κ]άλ̣ε[ο]ν ὑ[πακούσαντες τᾶς τε ἐξ ἀρχᾶς ὑπαρχούσας αὐτοῖς ποτὶ τὰν πόλιν αἱρέσιος ἀπο]-
[λογι]σ̣μὸ[ν]ποι[σαντο καὶ δικαστὰς ἀπέστειλαν τὸν δεῖνα τοῦ δεῖνος, δεῖνα Καφισοδότου, τὸν δεῖ]-
[να Πο]λυτιμ̣ίδα, [οἳ παραγενόμενοι τάν τε ἐπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσαντο ἀξίως τῶν ἀποστειλάν]-
[των α]ὐτούς, καὶ τῶν̣ [ἐνκλημάτων τὰ μὲν ἔκριναν, τὰ δὲ διέλυσαν, πλεῖστον λόγον ποιείμενοι τοῦ δικαί]-
10 [ου κ]αὶ συμφέροντος πᾶσι Δ[ελφοῖς· δεδόχθαι τᾶι πόλει, ἐπαινέσαι μὲν τὰν πόλιν τῶν Θεσπιέων ἐπὶ τᾶι]
[ἀποσ]τολᾶι τῶν ἀνδρῶν, ἐπαι[νέσαι δὲ καὶ τοὺς δικαστὰς τὸν δεῖνα τοῦ δεῖνος, τὸν δεῖνα Πολυτιμίδα, τὸν δεῖ]-
[να Κ]αφισοδότου καὶ τὸν μετ’ α[ὐτῶν γραμματέα τὸν δεῖνα τοῦ δεῖνος, καὶ στεφανῶσαι αὐτοὺς δάφναι στε]-
[φάν]ω̣ι τῷ παρὰ τοῦ θ[εοῦ, καθὼς πάτριόν ἐστι Δελφοῖς, καὶ ἀνακαρῦξαι τοὺς στεφάνους Πυθίοις ἐν τῶι ἀγῶνι]
[τῶν αὐ]λητᾶν, ὑπάρχ[ειν δὲ καὶ αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν],
15 [προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις, οἷς ἁ πόλις τίθητι καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις· κτλ. ]
Search Help
Contact Us