[ ]
Phokis — Delphi — 155-130 BC — SEG 2.287 — Pomtow
| 1 | [ἔδοξ]ε τᾶι π[όλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Θεσπιεῖς εὔνοοι ὄντες πο]- |
| [τὶ τὰ]μ πόλ[ιν ἁμῶν διατετελέκατι καὶ νῦν ἀποσταλείσας ποτὶ αὐτοὺς πρεσβείας ὑπὸ τᾶς πόλιος, ὅπως δι]- | |
| [καστ]ὰς ἀποδε[ίξωσιν ἄνδρας τρεῖς ἐπὶ τὰς δίκας τὰς ὑπαρχούσας ἁμῖν ποτὶ ․․․․․․․ κατὰ τὸ σύμβο]- | |
| [λον τ]ὸ ὑπὸ [τᾶς πόλιος καὶ τῶν ․c.6․․ πεποιημένον, οἵτινες παραγενόμενοι ποθ’ ἁμὲ ποιήσονται τὰς κρίσεις με]- | |
| 5 | [τὰ πα]ντὸς τ[οῦ] δ[ικαίου, τούς τε πρεσβευτὰς ποτεδέξαντο φιλανθρώπως καὶ ․․․․․c.15․․․․․․ καὶ περὶ] |
| [ὧν πα]ρε[κ]άλ̣ε[ο]ν ὑ[πακούσαντες τᾶς τε ἐξ ἀρχᾶς ὑπαρχούσας αὐτοῖς ποτὶ τὰν πόλιν αἱρέσιος ἀπο]- | |
| [λογι]σ̣μὸ[ν] ἐποιή[σαντο καὶ δικαστὰς ἀπέστειλαν τὸν δεῖνα τοῦ δεῖνος, δεῖνα Καφισοδότου, τὸν δεῖ]- | |
| [να Πο]λυτιμ̣ίδα, [οἳ παραγενόμενοι τάν τε ἐπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσαντο ἀξίως τῶν ἀποστειλάν]- | |
| [των α]ὐτούς, καὶ τῶν̣ [ἐνκλημάτων τὰ μὲν ἔκριναν, τὰ δὲ διέλυσαν, πλεῖστον λόγον ποιείμενοι τοῦ δικαί]- | |
| 10 | [ου κ]αὶ συμφέροντος πᾶσι Δ[ελφοῖς· δεδόχθαι τᾶι πόλει, ἐπαινέσαι μὲν τὰν πόλιν τῶν Θεσπιέων ἐπὶ τᾶι] |
| [ἀποσ]τολᾶι τῶν ἀνδρῶν, ἐπαι[νέσαι δὲ καὶ τοὺς δικαστὰς τὸν δεῖνα τοῦ δεῖνος, τὸν δεῖνα Πολυτιμίδα, τὸν δεῖ]- | |
| [να Κ]αφισοδότου καὶ τὸν μετ’ α[ὐτῶν γραμματέα τὸν δεῖνα τοῦ δεῖνος, καὶ στεφανῶσαι αὐτοὺς δάφναι στε]- | |
| [φάν]ω̣ι τῷ παρὰ τοῦ θ[εοῦ, καθὼς πάτριόν ἐστι Δελφοῖς, καὶ ἀνακαρῦξαι τοὺς στεφάνους Πυθίοις ἐν τῶι ἀγῶνι] | |
| [τῶν αὐ]λητᾶν, ὑπάρχ[ειν δὲ καὶ αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν], | |
| 15 | [προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις, οἷς ἁ πόλις τίθητι καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις· κτλ. ] |