[ ]
Phokis — Delphi — 138-135 BC — SEG 2.282; BCH 6.1882.238,73 — Pomtow
1 | [ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ] |
[Λιλαιεῖς καὶ ἐν τοῖς ἔμπροσθε χρόνοις εὔνους ὄντες διατετελέκατι ποτὶ τὰν πό]- | |
[λιν ἁμῶν, καὶ νῦν ἀποσταλείσας ποτ’ αὐτοὺς πρεσβείας ὑπὸ τᾶς πόλιος, ὅπως ἕλωνται] | |
[δικαστὰς ἄνδρας τρεῖς οἵτινες παραγενόμενοι ποθ’ ἁμὲ ποιήσονται τὰς κρίσεις μετὰ] | |
5 | [παντὸς τοῦ] δικα[ίου, τούς τε πρεσβευτὰς ποτεδέξαντο φιλανθρώπως καὶ περὶ] |
[ὧν παρεκάλ]εον ὑ[πακούσαντες τᾶς τε ἐ]ξ ἀρχᾶς [ὑπαρχούσας αὐτοῖς ποτὶ τὰν πό]- | |
[λιν αἱρέσιο]ς̣ ἀπ̣ο̣[λο]γ̣ισμὸν ἐποιήσαντο καὶ δικα[στὰς ἀπέστειλαν Σθένιον] | |
[τοῦ δεῖνος, Π]ατροκλέαν, Τιμοκράτ[η Μνασί]α καὶ [γραμματέα Εὐκράτη Χάρητος(?)]· | |
[παραγε]νόμενοι δὲ [οὗ]τοι τάν τε ἐπιδ[αμί]α[ν καὶ] ἀν[αστροφὰν ἐποιήσαντο] | |
10 | [ἀξίως τῶν τε] ἀποστε[ιλά]ντων αὐτοὺς καὶ τᾶς ἁμετέ[ρας π]όλιος, [καὶ τῶν ἐγκλημάτων] |
[εἱλκυσ]μένων χρόνον πλείονα τὰ μὲν ἔκριναν, τὰ δὲ διέλ[υσαν, πλεῖστον λόγον] | |
[ποι]είμ[εν]οι τᾶς τε ποτὶ τοὺς θεοὺς εὐσεβείας καὶ τοῦ δικαίου κ[αὶ συμφέροντος] | |
πᾶσι Δελφοῖς· δεδόχθαι τᾶι πόλει, ἐπαινέσαι μὲν τὰν πόλιν τῶν Λ[ιλαιέων ἐπὶ] | |
[τ]ᾶι ἀποστ[ο]λᾶι τῶν ἀν[δρ]ῶν, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς Σθέ̣[νι]ον [τοῦ δεῖνος], | |
15 | [Π]α̣τροκλέαν, Τιμοκράτη Μνασία καὶ τὸν γραμματέα Εὐκράτη̣ [Χ]άρη̣[τος? καὶ] |
[στεφ]ανῶσαι αὐτοὺς δάφναι στεφάνωι τᾶι παρὰ τοῦ θεοῦ, καθὼς πά[τριόν] | |
[ἐστι Δε]λφοῖς, ὑπάρχειν δὲ αὐτοῖς καὶ ἐκγόνοις προξενίαν καὶ ἰσοπολι[τείαν], | |
[προμα]ντείαν, ἀσ[υ]λίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις, οὓς ἁ πόλ[ις τίθητι], | |
[καὶ τἆλλ]α τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτ[αι]ς τᾶς πόλιος [ὑπάρχει]· | |
20 | [καλέσαι δ]ὲ α[ὐτ]οὺς καὶ ἐπὶ ξένια ἐπὶ τὰν κοινὰν ἑστίαν, ἐ[πιμ]έλειαν δὲ ποι[ήσα]- |
[σθαι τοὺ]ς ἄρχοντας, ὅπως ἀναγραφῇ τὸ ψάφισμα ἐνὶ(!) τῶι ἐπιφανεστάτωι [τό]- | |
[πωι το]ῦ ἱεροῦ. |