[ ] Phokis — Delphi — 138-135 BC — SEG 2.282; BCH 6.1882.238,73 — Pomtow
1 [ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ]
[Λιλαιεῖς καὶ ἐν τοῖς ἔμπροσθε χρόνοις εὔνους ὄντες διατετελέκατι ποτὶ τὰν πό]-
[λιν ἁμῶν, καὶ νῦν ἀποσταλείσας ποτ’ αὐτοὺς πρεσβείας ὑπὸ τᾶς πόλιος, ὅπως ἕλωνται]
[δικαστὰς ἄνδρας τρεῖς οἵτινες παραγενόμενοι ποθ’ ἁμὲ ποιήσονται τὰς κρίσεις μετὰ]
5 [παντὸς τοῦ] δικα[ίου, τούς τε πρεσβευτὰς ποτεδέξαντο φιλανθρώπως καὶ περὶ]
[ὧν παρεκάλ]εον ὑ[πακούσαντες τᾶς τε ἐ]ξ ἀρχᾶς [ὑπαρχούσας αὐτοῖς ποτὶ τὰν πό]-
[λιν αἱρέσιο]ς̣ ἀπ̣ο̣[λο]γ̣ισμὸν ἐποιήσαντο καὶ δικα[στὰς ἀπέστειλαν Σθένιον]
[τοῦ δεῖνος, Π]ατροκλέαν, Τιμοκράτ[η Μνασί]α καὶ [γραμματέα Εὐκράτη Χάρητος(?)]·
[παραγε]νόμενοι δὲ [οὗ]τοι τάν τε ἐπιδ[αμί]α[ν καὶ] ἀν[αστροφὰν ἐποιήσαντο]
10 [ἀξίως τῶν τε] ἀποστε[ιλά]ντων αὐτοὺς καὶ τᾶς ἁμετέ[ρας π]όλιος, [καὶ τῶν ἐγκλημάτων]
[εἱλκυσ]μένων χρόνον πλείονα τὰ μὲν ἔκριναν, τὰ δὲ διέλ[υσαν, πλεῖστον λόγον]
[ποι]είμ[εν]οι τᾶς τε ποτὶ τοὺς θεοὺς εὐσεβείας καὶ τοῦ δικαίου κ[αὶ συμφέροντος]
πᾶσι Δελφοῖς· δεδόχθαι τᾶι πόλει, ἐπαινέσαι μὲν τὰν πόλιν τῶν Λ[ιλαιέων ἐπὶ]
[τ]ᾶι ἀποστ[ο]λᾶι τῶν ἀν[δρ]ῶν, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς Σθέ̣[νι]ον [τοῦ δεῖνος],
15 [Π]α̣τροκλέαν, Τιμοκράτη Μνασία καὶ τὸν γραμματέα Εὐκράτη̣ [Χ]άρη̣[τος? καὶ]
[στεφ]ανῶσαι αὐτοὺς δάφναι στεφάνωι τᾶι παρὰ τοῦ θεοῦ, καθὼς πά[τριόν]
[ἐστι Δε]λφοῖς, ὑπάρχειν δὲ αὐτοῖς καὶ ἐκγόνοις προξενίαν καὶ ἰσοπολι[τείαν],
[PROMA]NTEI/AN, A)S[U]LI/AN, A)TE/LEIAN, PROEDRI/AN E)M PA=SI TOI=S A)GW/NOIS, OU(\S A( PO/L[IS TI/QHTI],
[καὶ τἆλλ]α τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτ[αι]ς τᾶς πόλιος [ὑπάρχει]·
20 [καλέσαι δ]ὲ α[ὐτ]οὺς καὶ ἐπὶ ξένια ἐπὶ τὰν κοινὰν ἑστίαν, ἐ[πιμ]έλειαν δὲ ποι[ήσα]-
[σθαι τοὺ]ς ἄρχοντας, ὅπως ἀναγραφῇ τὸ ψάφισμα ἐνὶ(!) τῶι ἐπιφανεστάτωι [τό]-
[πωι το]ῦ ἱεροῦ.
Search Help
Contact Us