[ ] Phokis — Delphi — 300 or 272 BC — SEG 1.204 — Pomtow
1 Δελφοὶ ἔδωκαν Χάροπι Ἐ̣πιχάρευς Θηβα̣ί̣ω̣ι̣,
αὐτῶι καὶ ἐκγόνοις, προξενίαν, προμαντεί-
αν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλει-
αν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις
5 προξένοις καὶ εὐεργέταις. ἄρχοντος Εὐδό-
κου, βουλευόντων Καλλικλεῦς, Ὀρέστα,
Εὐανγ̣έ̣λου {²⁷Σωτύλου?}²⁷.
Search Help
Contact Us