[ ]
Phokis — Delphi — 300 or 272 BC — SEG 1.204 — Pomtow
| 1 | Δελφοὶ ἔδωκαν Χάροπι Ἐ̣πιχάρευς Θηβα̣ί̣ω̣ι̣, |
| αὐτῶι καὶ ἐκγόνοις, προξενίαν, προμαντεί- | |
| αν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλει- | |
| αν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις | |
| 5 | προξένοις καὶ εὐεργέταις. ἄρχοντος Εὐδό- |
| κου, βουλευόντων Καλλικλεῦς, Ὀρέστα, | |
| Εὐανγ̣έ̣λου {²⁷Σωτύλου?}²⁷. |