[ ]
Phokis — Delphi — 139 BC — SEG 1.191 — Pomtow
1 | [ἀγαθὰ] τύχα. |
[ἄρχοντος Σωσ]ιπάτρου, βουλευόν- | |
[των τὰν πρώτ]αν ἑξάμηνον Ἀντιγένε- | |
[ος τοῦ Διοδώρου], Ἁγίωνος τοῦ Κλεοδά- | |
5 | [μου, γραμματ]εύοντος δὲ Ὑβρία τοῦ Ξ[έ]- |
[νωνος· ἐπειδὴ Ἀ]ντιγένης Διοδώρου π̣ο[τι]- | |
[πορευθεὶς ἐπὶ τ]ὰν ἐκκλησίαν διελέγη ὑπὲρ | |
[Μενεκράτεο]ς τοῦ Σωπάτρου Θηβαίου, | |
[ὅτι εὐσεβὴ]ς καὶ εὔνους ὑπάρχει πο- | |
10 | [τὶ τὰν πόλιν ἁ]μ̣ῶν καὶ αὐτοσαυτὸν εὔχρη- |
[στον ἐμ παντὶ] καιρῶι παρασκευάζει καὶ κοι- | |
[νᾷ τᾶι πόλει καὶ] ἰδίᾳ πᾶσι τοῖς ἐντυγχα- | |
[νόντοις τῶν πο]λιτᾶν, ἐν ἅ κά τις αὐτὸν πα- | |
[ρακαλῇ, συμποτ]ιγινόμενος μετὰ πάσας | |
15 | [σπουδᾶς· ἀγ]αθᾶι τύχαι· δεδόχθαι τᾶι πό- |
[λει τῶν Δελφῶν] ἐν ἀγορᾶι τελείωι σὺμ ψά- | |
[φοις ταῖς ἐννό]μοις, ἐπαινέσαι Μενεκράτ[η] | |
[Σωπάτρου Θηβαῖο]ν ἐπὶ τᾶι προαιρέσει ἇι ἔ- | |
[χων διατελεῖ ποτ]ὶ τὰν πόλιν ἁμῶν, καὶ ὑπά[ρ]- | |
20 | [χειν αὐτῶι καὶ ἐκγ]όνοις παρὰ τᾶς πόλι[ος προ]- |
[ξενίαν, προμαντείαν], προδικίαν, ἀσυ[λίαν], | |
[ἀτέλειαν πάντων, πρ]οεδρίαν ἐ[ν πᾶσι τοῖς] | |
[ἀγώνοις οἷς ἁ πόλις τίθητι, κτλ. ] |