[ ]
Phokis — Delphi — 87 BC — Pomtow
| 1 | [ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις]· |
| [ἐπειδὴ οἱ δικασταὶ οἱ π]αρα[γενόμενοι ἐγ Λακεδαίμονος Εὐαμερίων, Ἀρι]- | |
| [στοκράτης, Σ․․․c.9․․․] τάν τε ἐπ̣[ιδα]μ̣ίαν καὶ [ἀναστροφὰν ἐποιήσαντο ἀξίως] | |
| [τε αὐτοσαυτῶν καὶ] τᾶν πολίων, καὶ τά εἰσαχθέντ̣[α ἔκριναν καλῶς καὶ δικαίως], | |
| 5 | [ἀγαθᾶι τύχαι· ἐπὶ] τούτοις δεδόχθαι τᾶι πόλει τῶν [Δελφῶν, ἐπαινέσαι μὲν] |
| [τὰν πόλιν τῶ]ν Λακεδαιμονίων ἐπὶ τᾶι ἀποστολᾶι [τῶν ἀνδρῶν, ἐπαινέσαι δὲ] | |
| [καὶ τοὺς δικαστὰς Εὐαμερίωνα, Ἀριστοκράτην, Σ[․․․c.9․․․ καὶ δεδόσθαι αὐ]- | |
| [τοῖς καὶ ἐγκόνοις παρὰ τᾶς πόλιος προξενί[αν, προμαντείαν, προδικίαν], | |
| [ἀσυ]λίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγών[οις, οἷς ἁ πόλις τίθητι, καὶ τἆλ]- | |
| 10 | [λα τί]μια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ ε[ὐεργέταις τᾶς πόλιος ὑπάρχει]· |
| [καλέ]σαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια ἐπὶ τὰν κοινὰ[ν τᾶς πόλιος ἑστίαν ἐν τὸ πρυτανεῖ]- | |
| [ον· ἀνα]γράψαι δὲ τόδε τὸ ψάφισμα τοὺς ἄρχοντας [ἐν στάλαν καὶ θέμεν ἐν τῶι ἱερῶι] | |
| [τοῦ Ἀπόλ]λωνος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ὁμ[οίως δὲ καὶ παρακαλέσαι τὰν πόλιν] | |
| [τῶν Λακεδαι]μονίων, ἀναγράψαι τὸ ψάφισμα ἐν τῶ[ι ἱερῶι τᾶς Ἀθάνας Χαλκιοίκου. ἄρ]- | |
| 15 | [χοντος Ἀθανίωνος, β]ουλευόντω[ν Τιμο]κλέος, Πο[λυκράτεος, Φίλωνος, Εὐαγγέλου]. |
| vacat |