[ ] Phokis — Delphi — 134 BC — SEG 2.329 — Pomtow
1 [ἔδοξε] τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι [τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις]·
[ἐπειδὴ] Φ̣ε̣ρ̣ί̣α̣ς̣ Ἀ̣ρ̣ι̣σ̣τίωνος Φεραῖο[ς] εὐσεβῶς μὲν τυγχ[άνει διακείμενος ποτὶ]
[τὸ ἱ]ερ̣όν, εὐνοϊκῶς δὲ καὶ ποτὶ τὰν πόλιν [ἁμῶν, εὔχρηστον αὐτοσαυτὸν παρα]-
[σκευάζων] τῶν ἰδιωτᾶν ἀεὶ τοῖς ἐντυγχανόντοις [καὶ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν],
5 [τύχαι ἀγ]α̣θ̣ᾶ̣ι, δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Φ̣ε̣ρ̣ί̣α̣ν̣ [Ἀριστίωνος Φεραῖον καὶ]
[ὑπάρχειν] αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος [προξενίαν, προμαντείαν, προ]-
[δικί]αν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐ[μ̣] π[ᾶσ]ι το̣ῖ̣ς̣ ἀ̣γ̣[ών]ο̣ι̣ς̣, [οἷς ἁ πόλις τίθητι καὶ]
[τἆλλ]α τίμια, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ ε̣ὐ̣ε̣ρ̣γ̣[έτα]ις τᾶ[ς πόλιος, δεδόσθαι]
[εἰκόνα?] δ̣ὲ̣ αὐτῶι καὶ στᾶσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπό̣λ̣λ̣ω̣ν̣ο̣ς̣ τοῦ ἐ[ν Δ]ε̣λ̣φ̣[οῖς] π[ρὸς τᾶι]
10 [εἰκόνι?] τοῦ ἀδελφοῦ Δ̣ιοκλέα ἐπὶ τοῦ κίονος τοῦ παρὰ τὸν ναὸν [ἑστῶτος?] π̣αρ̣ὰ τὸ
․․․․․․․․#⁷Ριον τὸ χρύσεον. ἄρχοντος Ἁγίωνος τοῦ Ἐχεφύλου, βουλευόν[των] τὰν
[πρώτα]ν ἑξάμηνον Νικοστράτου τοῦ Εὐδώρου, Ξένωνος τοῦ Ἀριστοβούλ[ου, γραμμα]-
[τεύον]τος δὲ τᾶς βουλᾶς Τιμοκλέος τοῦ Θρασέα.
Search Help
Contact Us