[ ]
Phokis — Delphi — 134 BC — SEG 2.329 — Pomtow
1 | [ἔδοξε] τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι [τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις]· |
[ἐπειδὴ] Φ̣ε̣ρ̣ί̣α̣ς̣ Ἀ̣ρ̣ι̣σ̣τίωνος Φεραῖο[ς] εὐσεβῶς μὲν τυγχ[άνει διακείμενος ποτὶ] | |
[τὸ ἱ]ερ̣όν, εὐνοϊκῶς δὲ καὶ ποτὶ τὰν πόλιν [ἁμῶν, εὔχρηστον αὐτοσαυτὸν παρα]- | |
[σκευάζων] τῶν ἰδιωτᾶν ἀεὶ τοῖς ἐντυγχανόντοις [καὶ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν], | |
5 | [τύχαι ἀγ]α̣θ̣ᾶ̣ι, δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Φ̣ε̣ρ̣ί̣α̣ν̣ [Ἀριστίωνος Φεραῖον καὶ] |
[ὑπάρχειν] αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος [προξενίαν, προμαντείαν, προ]- | |
[δικί]αν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐ[μ̣] π[ᾶσ]ι το̣ῖ̣ς̣ ἀ̣γ̣[ών]ο̣ι̣ς̣, [οἷς ἁ πόλις τίθητι καὶ] | |
[τἆλλ]α τίμια, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ ε̣ὐ̣ε̣ρ̣γ̣[έτα]ις τᾶ[ς πόλιος, δεδόσθαι] | |
[εἰκόνα?] δ̣ὲ̣ αὐτῶι καὶ στᾶσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπό̣λ̣λ̣ω̣ν̣ο̣ς̣ τοῦ ἐ[ν Δ]ε̣λ̣φ̣[οῖς] π[ρὸς τᾶι] | |
10 | [εἰκόνι?] τοῦ ἀδελφοῦ Δ̣ιοκλέα ἐπὶ τοῦ κίονος τοῦ παρὰ τὸν ναὸν [ἑστῶτος?] π̣αρ̣ὰ τὸ |
․․․․․․․․#⁷Ριον τὸ χρύσεον. ἄρχοντος Ἁγίωνος τοῦ Ἐχεφύλου, βουλευόν[των] τὰν | |
[πρώτα]ν ἑξάμηνον Νικοστράτου τοῦ Εὐδώρου, Ξένωνος τοῦ Ἀριστοβούλ[ου, γραμμα]- | |
[τεύον]τος δὲ τᾶς βουλᾶς Τιμοκλέος τοῦ Θρασέα. |