[ ]
Phokis — Delphi — undated
1 | οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης, |
καὶ κωφοῦ συνίημι καὶ οὐ φωνεῦντος ἀκούω. | |
ὀδμὴ μ’ ἐς φρένας ἦλθε κρατα<α>ιρ<ίνοιο> χελώνης | |
ἑψομένης ἐν χαλκῷ ἅμ’ ἀρνείοισι κρέεσσιν, | |
5 | ᾗ χαλκὸς μὲν ὑπέστρωται, χαλκὸν δ’ ἐπίεσται. |