[ ]
Phokis — Delphi — 138-161 AD
1 | ἡ μητρόπολις καὶ πρώτη Βειθυνίας Πόντου Ἁδριανὴ |
νεοκόρος Νεικομήδεια, ἱερὰ καὶ ἄσυλος, φίλη καὶ σύμμαχος | |
<ἄνω>θεν τῷ δήμῳ τῷ Ῥωμαίων, Τ. Αἴλιον Αὐρηλι<αν>ὸν Θεόδοτον, | |
τὸν ἴδιον πολίτην, τὸν καὶ Θηβαῖον καὶ Ἀθηναῖον καὶ Σμυρναῖον καὶ | |
5 | Ἐφέσιον καὶ Περγαμηνὸν καὶ Ἀντιοχέα τῆς πρὸς Δάφνην, |
<Πυθ>ικὸν καὶ <κύκ>λιον αὐλητὴν παράδοξον, μόνον καὶ πρῶτον | |
τῶν ἀπ’ αἰῶνος ἑκκαίδεκα ἐτῶν ἀράμενον ἀπὸ ΡΟΘΙΩΝ | |
τοὺς ἄνδρας ἀγωνίζεσθαι, καὶ στεφανωθέντα ἐν Ῥώμῃ | |
Καπετώλια Πυθαύλας, καὶ Ποτιόλους Εὐσέβεια δίς, καὶ Νεάπολιν, | |
10 | καὶ ἐν Σμύρνῃ Κομόδεια <καὶ> Ὀλύμπια, καὶ τ’ ἐν Ἀθήναις Ἁδριάνεια, |
<κ>αὶ Ἡρ<αῖ>α, καὶ Νέμεια, καὶ Ἴσθμια δίς, καὶ τὸ βʹ Ἄκτια κατὰ τὸ | |
Πυθαύλας καὶ χωραύλας, καὶ Πύθια Πυθαύλας, χοραύλας, | |
κοινὸν τῆς Βειθυνίας ἐν Νεικομηδείᾳ Πυθαύλας, χοραύλας | |
καὶ τὸν διὰ πάντων, κοινὸν Ἀσίας ἐν Σμύρνῃ Πυθαύλας, | |
15 | χοραύλας καὶ τὸν διὰ πάντων, κοινὸν Ἀσίας ἐν Περγάμῳ |
Πυθαύλας, χοραύλας καὶ τὸν διὰ πάντων, καὶ ἄλλους πλείσ- | |
τους ἱερ<οὺς> τε <καὶ> θεματικοὺς ἀγῶνας, φιλοπονήσαντα ὑπὸ διδασκάλῳ | |
καὶ μελοποιῷ τῷ ἰδίῳ πατρὶ Ῥούφῳ Φιλαδέλφου, <ἀρετῆς καὶ τῆς π>ερὶ τὴν | |
δόξαν φιλοτειμίας ἕνεκεν. |