[ ]
Phokis — Delphi — end 2nd c. AD — SGDI 2322
| 1 | ἀγαθᾷ [τύχᾳ]. |
| [ἄ]ρχοντος ἐν Δελ[φοῖς Φλαβίου Πωλλιαν]οῦ, μηνὸς Εἰλαί[ου ιβʹ, βουλευόντων δὲ τᾶς] | |
| πόλιος Ἐπινεί[κου τοῦ Εὐδώρου καὶ Σωκρά]τους τοῦ Κόσμου [καὶ Τιβ. Ἰουλίου Λέοντος καὶ] | |
| Αὐτολύκου το[ῦ Ὀνησᾶ, Νεικασὼ Σωσύλο]υ διὰ τοῦ προνοη[τοῦ αὐτῆς Λαιάδα τοῦ ․․] | |
| 5 | ἀπέδοτο τῷ [Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθ]ερίᾳ γυναῖκα Σωσ[ύλαν ὡς ἐτῶν κʹ καὶ τὸ κο]- |
| ράσιον Συνφω[ν․․․․ ὡς ἐτῶν ․․․․, τιμᾶς ἀργυρίου] μνᾶν τριῶν, καὶ τ[ὰν τιμὰν παροῦσα ὡμο]- | |
| λόγησεν ἀπέ[χειν πᾶσαν, καθὼς ἐπίστευσε] τὰν ὠνὰν τῷ θεῷ [ἐπὶ τῷ ἐλευθέρα εἶμεν καὶ] | |
| ἀνέπαφα ἀπὸ [πάντων, μηδενὶ μηδὲν πρ]οσήκουσα κατὰ μ[ηδένα τρόπον. εἰ δέ τις ἐφάπτοι]- | |
| το Σωσύλας ἢ τοῦ [κορασίου αὐτῆς ἐπὶ κα]ταδουλισμῷ, βέ[βαιον παρεχόντω τῷ θεῷ τὰν] | |
| 10 | ὠνὰν ἥ τε ἀπ[οδομένα καὶ ὁ βεβαιωτ]ήρ. ὁμοίως δὲ καὶ ὁ [παρατυχὼν κύριος ἔστω συλέων |
| [Σωσύλαν καὶ Συνφων․․․․] εἰς ἐλευθερίαν ἀζ[άμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας | |
| [καὶ ζαμίας. καθέστακα δὲ καὶ βεβαιωτ]ῆρα κατὰ τὸν [νόμον τᾶς πόλιος Λέ․․․․․] | |
| [ἐπὶ] τοῖ<ς> ἐν τῇ ὠνῇ προγεγραμμένοις πᾶσιν ὑπὸ Νει<κ>ασῶς τῆς Σωσύλου. | |
| τίθ<ε>μαι τὴν ὠνήν, ἣν μὲν ἐνχαρά<ξ>ασα εἰς τὸ ἱερὸν τοῦ | |
| 15 | Πυθίου Ἀπόλλωνος εἰς τὸ θέατρον κατὰ τὸν νόμον, ἣ[ν δὲ] ἐθέμην εἰς |
| τὰ δαμόσια τᾶς πόλιος γράμματα διὰ τοῦ γραμματέως Τιβ. | |
| Ἰουλίου Λυκαρίωνος. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Πυθίου Ἀπόλλωνος | |
| Γ. Μέμμιος Εὐθύδαμος καὶ Εὐκλείδας Ἀστοξένου, καὶ ἰδιῶται | |
| Εὔδωρος Ἐπινίκου καὶ Πολέμαρχος Δάμωνος, Μνησίθεος | |
| 20 | Ἀντιγένους. |