[ ]
Phokis — Delphi — end 2nd c. AD — SGDI 2322
1 | ἀγαθᾷ [τύχᾳ]. |
[ἄ]ρχοντος ἐν Δελ[φοῖς Φλαβίου Πωλλιαν]οῦ, μηνὸς Εἰλαί[ου ιβʹ, βουλευόντων δὲ τᾶς] | |
πόλιος Ἐπινεί[κου τοῦ Εὐδώρου καὶ Σωκρά]τους τοῦ Κόσμου [καὶ Τιβ. Ἰουλίου Λέοντος καὶ] | |
Αὐτολύκου το[ῦ Ὀνησᾶ, Νεικασὼ Σωσύλο]υ διὰ τοῦ προνοη[τοῦ αὐτῆς Λαιάδα τοῦ ․․] | |
5 | ἀπέδοτο τῷ [Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθ]ερίᾳ γυναῖκα Σωσ[ύλαν ὡς ἐτῶν κʹ καὶ τὸ κο]- |
ράσιον Συνφω[ν․․․․ ὡς ἐτῶν ․․․․, τιμᾶς ἀργυρίου] μνᾶν τριῶν, καὶ τ[ὰν τιμὰν παροῦσα ὡμο]- | |
λόγησεν ἀπέ[χειν πᾶσαν, καθὼς ἐπίστευσε] τὰν ὠνὰν τῷ θεῷ [ἐπὶ τῷ ἐλευθέρα εἶμεν καὶ] | |
ἀνέπαφα ἀπὸ [πάντων, μηδενὶ μηδὲν πρ]οσήκουσα κατὰ μ[ηδένα τρόπον. εἰ δέ τις ἐφάπτοι]- | |
το Σωσύλας ἢ τοῦ [κορασίου αὐτῆς ἐπὶ κα]ταδουλισμῷ, βέ[βαιον παρεχόντω τῷ θεῷ τὰν] | |
10 | ὠνὰν ἥ τε ἀπ[οδομένα καὶ ὁ βεβαιωτ]ήρ. ὁμοίως δὲ καὶ ὁ [παρατυχὼν κύριος ἔστω συλέων |
[Σωσύλαν καὶ Συνφων․․․․] εἰς ἐλευθερίαν ἀζ[άμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας | |
[καὶ ζαμίας. καθέστακα δὲ καὶ βεβαιωτ]ῆρα κατὰ τὸν [νόμον τᾶς πόλιος Λέ․․․․․] | |
[ἐπὶ] τοῖ<ς> ἐν τῇ ὠνῇ προγεγραμμένοις πᾶσιν ὑπὸ Νει<κ>ασῶς τῆς Σωσύλου. | |
τίθ<ε>μαι τὴν ὠνήν, ἣν μὲν ἐνχαρά<ξ>ασα εἰς τὸ ἱερὸν τοῦ | |
15 | Πυθίου Ἀπόλλωνος εἰς τὸ θέατρον κατὰ τὸν νόμον, ἣ[ν δὲ] ἐθέμην εἰς |
τὰ δαμόσια τᾶς πόλιος γράμματα διὰ τοῦ γραμματέως Τιβ. | |
Ἰουλίου Λυκαρίωνος. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Πυθίου Ἀπόλλωνος | |
Γ. Μέμμιος Εὐθύδαμος καὶ Εὐκλείδας Ἀστοξένου, καὶ ἰδιῶται | |
Εὔδωρος Ἐπινίκου καὶ Πολέμαρχος Δάμωνος, Μνησίθεος | |
20 | Ἀντιγένους. |