[ ]
Phokis — Delphi — 75-80 AD
1 | ἀγαθᾷ τύχᾳ. |
ἄρχοντος ἐν Δελφοῖς Κριτολάου τοῦ | |
Δωροθέου, μηνὸς Β<ο>αθοίου ἑβδόμᾳ, βουλευ- | |
όντων Πολεμάρχου τοῦ Δάμωνος καὶ Νει- | |
5 | κάνδρου τοῦ Καλλιστράτου, Νεικασὼ Σωσύ- |
λου ἀπέδοτο τῷ θεῷ σῶμα γυναικῆον, ᾗ ὄ- | |
νομα Συμφέρουσα, τειμᾶς ἀργυρίου μνᾶν | |
πέντε, καὶ τὰν {ταν} τειμὰν παροῦσα ὡμο- | |
[λό]γησεν ἀπέχειν πᾶσαν, παρόντος αὐτᾶς | |
10 | [τοῦ] υἱοῦ Ἀντιόχου τοῦ Διοδώρου καὶ συνευ- |
[αρε]στέοντος, ἐφ’ ᾧ ἀνέπαφον εἶμεν Συ[μ]- | |
[φέρου]σαν τὸν τᾶς ζωᾶς χρόνον, μηδε[νὶ] | |
[μηδὲν] προσήκουσαν κατὰ μηδένα τρ[όπον], | |
[καθὼς ἐπίστευσαν τὰν] ὠνὰν τῷ θεῷ [Νει]κα- | |
15 | [σὼ καὶ Συμφέρουσα. καθέστ]ακαν δὲ [κ]αὶ <βε>βαιω- |
[τῆρα κατὰ τὸν νόμον τᾶς π]όλι[ο]ς Διόδωρον | |
[․․․․․․․․․․․ εἰ δέ τις ἐ]φάπτοιτο Συμφερ[ού]σ- | |
[ας ἐπὶ καταδουλισ]μῷ, βέβαιον παρεχόν- | |
[τω τῷ θεῷ τὰν] ὠνὰν οἵ τε ἀποδόμενοι | |
20 | [καὶ ὁ βεβαιωτ]ήρ. ὁμοίως δὲ καὶ ὁ παρα- |
[τυχὼν κύριο]ς ἔστω συλέων Συμφέρου- | |
[σαν εἰς ἐλευ]θερίαν ἀζήμιος ὢν καὶ ἀ- | |
[νυπόδικ]ος παντὸς κριτηρίου καὶ πάσας | |
[ζημίας. τ]ιθέμεθα τὰν ὠνάν, ἃν μὲν | |
25 | [εἰς τ]ὰ δημόσια τῆς πόλεως γράμμα- |
[τα δι]ὰ τοῦ γραμματέως Διοδώρου τοῦ | |
[Φιλο]νείκου, [ἃν] δὲ εἰς τὸ ἱερὸν τοῦ | |
[Πυθ]ίου Ἀπόλλωνος. μάρτυρες | |
οἵ [τ]ε ἱερεῖς τοῦ Πυθίου Ἀπόλλωνος | |
30 | Τιβ. Κλαύδιος Κριτόλαος καὶ Τιβ. |
Κλαύδιος Νείκανδρος καὶ οἱ παρα- | |
τυχόντες Εὔδωρος Ἐπιν[εί]κου καὶ | |
Μηνόδωρος Μηνοδώρου καὶ Φιλό- | |
νεικος Ζωσίμου. | |
35 | |
14a | {²betw. ll. 14-15, remnants of an earlier inscr.?}² ․․․․ δινάρια διακόσια ․․․․ |