[ ] Phokis — Delphi — 50-70 AD — SGDI 2342
1                τύχας.
[ἄρχοντ]ος Νεικάνδρου τὸ δεύτερον,
[μηνὸς Ποιτρ]οπίου ιαʹ, βουλευόντων Φιλ․․․․
[․․․․․․․]ς καὶ Ἱπποκράτους το[ῦ] Ἱππο-
5 [κράτους, Κλεόδ]<αμ>ος Κλέωνος Δελφὸς ἀ[πέ]δ[ο]-
[το τῷ Πυ]θίῳ Ἀπόλλωνι, συνευαρεσ<τεόν>των [τᾶς]
[ματρὸς καὶ τ]ῶν υἱῶν αὐτοῦ, σῶμα γυναικῆον Παρ[α]-
[μόναν, τ]ιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τει-
<1MA\N>1 E)/XW [P]A=SAN, KAQW\S E)PI/ST<1EUSA>1 <1TW=|>1 <1QEW=|>1
10 τὰν ὠνὰν Παραμόνας, ἐφ’ ᾧ ἐλευθέραν εἶμεν καὶ
ἀνέφαπτον τὸν πάντα βίον μηδενὶ μηδὲν πο-
θήκουσαν κατὰ μηδένα τρόπον. εἰ δέ τις ἐφά-
πτοιτο πὶ καταδουλισμῷ Παραμόνας, βέβαιον
παρεχέτω τῷ θεῷ τὰν ὠνὰν τε ἀποδόμενος
15 καὶ βεβαιωτ[ήρ], καὶ ὁ παρατυχὼν κύριος ἔστω συλ-
[έων Παραμόναν][ς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ]
[ἀνυπόδικος] πάσας δίκας καὶ ζαμίας. βεβαιωτὴρ ․․․
Search Help
Contact Us