[ ]
Phokis — Delphi — 50-70 AD — SGDI 2342
1 | τύχας. |
[ἄρχοντ]ος Νεικάνδρου τὸ δεύτερον, | |
[μηνὸς Ποιτρ]οπίου ιαʹ, βουλευόντων Φιλ․․․․ | |
[․․․․․․․]ς καὶ Ἱπποκράτους το[ῦ] Ἱππο- | |
5 | [κράτους, Κλεόδ]<αμ>ος Κλέωνος Δελφὸς ἀ[πέ]δ[ο]- |
[το τῷ Πυ]θίῳ Ἀπόλλωνι, συνευαρεσ<τεόν>των [τᾶς] | |
[ματρὸς καὶ τ]ῶν υἱῶν αὐτοῦ, σῶμα γυναικῆον Παρ[α]- | |
[μόναν, τ]ιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τει- | |
μὰν ἔχω [π]ᾶσαν, καθὼς ἐπίστευσα τῷ θεῷ | |
10 | τὰν ὠνὰν Παραμόνας, ἐφ’ ᾧ ἐλευθέραν εἶμεν καὶ |
ἀνέφαπτον τὸν πάντα βίον μηδενὶ μηδὲν πο- | |
θήκουσαν κατὰ μηδένα τρόπον. εἰ δέ τις ἐφά- | |
πτοιτο ἐπὶ καταδουλισμῷ Παραμόνας, βέβαιον | |
παρεχέτω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος | |
15 | καὶ ὁ βεβαιωτ[ήρ], καὶ ὁ παρατυχὼν κύριος ἔστω συλ- |
[έων Παραμόναν] ὡ[ς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ] | |
[ἀνυπόδικος] πάσας δίκας καὶ ζαμίας. βεβαιωτὴρ ․․․ |