[ ]
Phokis — Delphi — 1st c. AD
1 | ἀγαθῇ τύχῃ. |
ἄρχοντος ἐν Δελφοῖς Ποπλίου Μεμ- | |
μίου Κριτολάου τὸ δεύτερον, μηνὸς Θε- | |
οξενίου ὀγδόῃ, βουλευόντων δὲ Εὐκλεί- | |
5 | δα τοῦ Ἀστοξένου, Καλλιστράτου τοῦ Κλε- |
οτείμου, ἐπὶ τοῖσδε ἀπέδοτο Δωνά- | |
τα διὰ κυρίου καὶ φροντιστοῦ Εὐνεικί- | |
δα Εὐανθέως τὰν ἰδίαν θρεπτὰν Ζω- | |
σίμαν τῶι Πυθίωι Ἀπόλλωνι, τειμᾶς | |
10 | ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τειμὰν |
ἀπέχει πᾶσαν, ἐφ’ ᾧ ἐπίστευσεν Ζω- | |
σίμη τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευ- | |
θέραν αὐτὰν εἶμεν καὶ ἀνέπαφον | |
ἀπὸ πάντων τὸν πάντα χρόνον, μηδε- | |
15 | νὶ μηδὲν προσήκουσαν κατὰ μηδένα |
τρόπον. παραμείνασαν Δωνάτᾳ τὸν τᾶς | |
ζωᾶς χρόνον εἶμεν Ζωσίμην ἐλευθέραν | |
καὶ ἀνέπαφον. εἰ δέ τις ἐπὶ καταδουλισ- | |
μῶι ἐφάπτοιτο Ζωσίμης, βέβαιον παρε- | |
20 | χόντω{ι} τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομέ- |
να καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυ- | |
χὼν κύριος ἔστω{ι} συλέων ἐλευθέραν Ζωσίμην | |
ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ | |
ζαμίας. τίθεμαι τὴν ὠνήν, ἣν μὲν διὰ τοῦ γραμ- | |
25 | ματέως τῆς πόλεως Νεικάνδρου τοῦ Καλλιστρά- |
του εἰς τὰ δαμόσια τᾶς πόλεως γράμματα, ἣν δὲ | |
ἐνχαρά<ξ>ασα εἰς τὸ ἱερὸν τοῦ Πυθίου Ἀπόλλωνος | |
εἰς τὸ θέατρον κατὰ τὸν νόμον. καθέστακα δὲ | |
καὶ βεβαιωτῆρα ἐπὶ τᾶς προγεγραμμένας ὠ[νᾶς] | |
30 | Εὐήμερον Εὐημέρου. χὶρ {²⁶χεὶρ}²⁶ Εὐημέρου το[ῦ Εὐημέ]- |
ρου. γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγ[ραμμέ]- | |
νας ὠνᾶς κατασταθεὶς ὑπὸ Δωνάτας [τᾶς ․․․․] | |
δος. μάρτυρες οἵ τε ἱερ<ε>ῖς τοῦ Πυθίου Ἀ[πόλλω]- | |
νος Μελισσίων Λαιάδα, [Διονύσιος Ἀστοξένου, καὶ] | |
35 | ἰδιῶται Ἀντιγένης Ἀρχία, Καλλίστρατο[ς Καλ]- |
[λιστρ]άτου, Λέων Νεικάνορος, Μνησί[θεος] | |
[Ἀντιγ]ένους, Εὔδωρος Ἐπινείκου. |